www.acapus.com Greek         Αγγλικά Last updated 23/12/2004    
    

    

Photo Album
Αναζήτηση

         
  
  
Περί ερπετών - Ομιλία Ζ'

OMIΛΙΑ ζ.


 


Περ ρπετν


  

 Καὶ εἶπεν ὁ Θεὸς, ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν κατὰ γένος, καὶ πετεινὰ πετόμενα κατὰ τὸ στερέωμα τοῦ οὐρανοῦ κατὰ γένος. Μετὰ τὴν τῶν φωστήρων δημιουργίαν, καὶ τὰ ὕδατα λοιπὸν πληροῦται ζῴων, ὥστε καὶ ταύτην διακοσμηθῆναι τὴν λῆξιν. ᾿Απέλαβε μὲν γὰρ ἡ γῆ τὸν ἐκ τῶν οἰκείων βλαστημάτων κόσμον· ἀπέλαβε δὲ ὁ οὐρανὸς τῶν ἄστρων τὰ ἄνθη, καὶ οἱονεὶ διδύμων ὀφθαλμῶν βολαῖς τῇ συζυγίᾳ τῶν μεγάλων φωστήρων κατεκοσμήθη. Λειπόμενον ἦν καὶ τοῖς ὕδασι τὸν οἰκεῖον κόσμον ἀποδοθῆναι. ῏Ηλθε πρόσταγμα, καὶ εὐθὺς καὶ ποταμοὶ ἐνεργοὶ, καὶ λίμναι γόνιμοι τῶν οἰκείων ἕκαστον αὐτῶν καὶ κατὰ φύσιν γενῶν. Καὶ ἡ θάλασσα τὰ παντοδαπὰ γένη τῶν πλωτῶν ὤδινε, καὶ οὐδὲ ὅσον ἐν ἰλύσι καὶ τέλμασι τοῦ ὕδατος ἦν, οὐδὲ τοῦτο ἀργὸν, οὐδὲ ἄμοιρον τῆς κατὰ τὴν κτίσιν συντελείας ἀπέμεινε. Βάτραχοι γὰρ καὶ ἐμπίδες καὶ κώνωπες ἐξ αὐτῶν ἀπεζέννυντο δηλονότι. Τὰ γὰρ ἔτι καὶ νῦν ὁρώμενα ἀπόδειξίς ἐστι τῶν παρελθόντων. Οὕτω πᾶν ὕδωρ ἠπείγετο τῷ δημιουργικῷ προστάγματι ὑπουργεῖν· καὶ ὧν οὐδ' ἂν τὰ γένη τις ἐξαριθμήσασθαι δυνηθείη, τούτων τὴν ζωὴν εὐθὺς ἐνεργὸν καὶ κινουμένην ἀπέδειξεν ἡ μεγάλη καὶ ἄφατος τοῦ Θεοῦ δύναμις, ὁμοῦ τῷ προστάγματι τῆς πρὸς τὸ ζῳογονεῖν ἐπιτηδειότητος ἐγγενομένης τοῖς ὕδασιν. ᾿Εξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν. Νῦν πρῶτον ἔμψυχον καὶ αἰσθήσεως μετέχον ζῷον δημιουργεῖται. Φυτὰ γὰρ καὶ δένδρα κἂν ζῆν λέγηται διὰ τὸ μετέχειν τῆς θρεπτικῆς καὶ αὐξητικῆς δυνάμεως, ἀλλ' οὐχὶ καὶ ζῷα, οὐδὲ ἔμψυχα. Τούτου γε ἕνεκα, ᾿Εξαγαγέτω τὰ ὕδατα ἑρπετά. Πᾶν τὸ νηκτικὸν κἂν τῇ ἐπιφανείᾳ τοῦ ὕδατος ἐπινήχηται, κἂν διὰ βάθους τέμνῃ τὸ ὕδωρ, τῆς τῶν ἑρπηστικῶν ἐστι φύσεως, ἐπισυρόμενον τῷ τοῦ ὕδατος σώματι. Κἂν ὑπόποδα δὲ καὶ πορευτικὰ ὑπάρχῃ τινὰ τῶν ἐνύδρων (μάλιστα μὲν ἀμφίβια τὰ πολλὰ τούτων ἐστίν· οἷον φῶκαι, καὶ κροκόδειλοι, καὶ οἱ ποτάμιοι ἵπποι, καὶ βάτραχοι, καὶ καρκῖνοι), ἀλλ' οὖν προηγούμενον ἔχει τὸ νηκτικόν. Διὰ τοῦτο, ᾿Εξαγαγέτω τὰ ὕδατα ἑρπετά. 'Εν τούτοις τοῖς μικροῖς ῥήμασι τί παρεῖται γένος; τί οὐκ ἐμπεριείληπται τῷ προστάγματι τῆς δημιουργίας; Οὐ τὰ ζωοτοκοῦντα, οἷον φῶκαι καὶ δελφῖνες καὶ νάρκαι, καὶ τὰ ὅμοια τούτοις τὰ σελάχη λεγόμενα; οὐ τὰ ὠοτόκα, ἅπερ ἐστὶ πάντα σχεδὸν τῶν ἰχθύων τὰ γένη; οὐχ ὅσα λεπιδωτὰ, οὐχ ὅσα φολιδωτὰ, οὐχ οἷς ἐστι πτερύγια καὶ οἷς μή ἐστιν; ῾Η μὲν φωνὴ τοῦ προστάγματος μικρὰ, μᾶλλον δὲ οὐδὲ φωνὴ, ἀλλὰ ῥοπὴ μόνον καὶ ὁρμὴ τοῦ θελήματος· τὸ δὲ τῆς ἐν τῷ προστάγματι διανοίας πολύχουν τοσοῦτόν ἐστιν, ὅσαι καὶ αἱ τῶν ἰχθύων διαφοραὶ καὶ κοινότητες, οἷς πᾶσι δι' ἀκριβείας ἐπεξελθεῖν, ἴσον ἐστὶ καὶ κύματα πελάγους ἀπαριθμεῖσθαι, ἢ ταῖς κοτύλαις πειρᾶσθαι τὸ ὕδωρ τῆς θαλάσσης ἀπομετρεῖν. ᾿Εξαγαγέτω τὰ ὕδατα ἑρπετά. ᾿Εν τούτοις ἔνι τὰ πελάγια, τὰ αἰγιαλώδη, τὰ βύθια, τὰ πετρώδη, τὰ ἀγελαῖα, τὰ σποραδικὰ, τὰ κήτη, τὰ ὑπέρογκα, τὰ λεπτότατα τῶν ἰχθύων. Τῇ γὰρ αὐτῇ δυνάμει, καὶ τῷ ἴσῳ προστάγματι, τό τε μέγα καὶ τὸ μικρὸν μεταλαγχάνει τοῦ εἶναι. ᾿Εξαγαγέτω τὰ ὕδατα. ῎Εδειξέ σοι τὴν φυσικὴν τῶν νηκτῶν πρὸς τὸ ὕδωρ συγγένειαν, διὸ μικρὸν οἱ ἰχθύες χωρισθέντες τοῦ ὕδατος διαφθείρονται. Οὐδὲ γὰρ ἔχουσιν ἀναπνοὴν ὥστε ἕλκειν τὸν ἀέρα τοῦτον· ἀλλ' ὅπερ τοῖς χερσαίοις ἐστὶν ἀὴρ, τοῦτο τῷ πλωτῷ γένει τὸ ὕδωρ. Καὶ ἡ αἰτία δήλη. ῞Οτι ἡμῖν μὲν ὁ πνεύμων ἔγκειται, ἀραιὸν καὶ πολύπορον σπλάγχνον, ὃ διὰ τῆς τοῦ θώρακος διαστολῆς τὸν ἀέρα δεχόμενον, τὸ ἔνδον ἡμῶν θερμὸν διαρριπίζει καὶ ἀναψύχει· ἐκείνοις δὲ ἡ τῶν βραγχίων διαστολὴ καὶ ἐπίπτυξις, δεχομένων τὸ ὕδωρ καὶ διιέντων, τὸν τῆς ἀναπνοῆς λόγον ἀποπληροῖ. ῎Ιδιος κλῆρος τῶν ἰχθύων, ἰδία φύσις, δίαιτα κεχωρισμένη, ἰδιότροπος ἡ ζωή. Διὰ τοῦτο οὐδὲ τιθασσεύεσθαί τι τῶν νηκτῶν καταδέχεται, οὐδὲ ὅλως ὑπομένει χειρὸς ἀνθρωπίνης ἐπιβολήν.

 ᾿Εξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν κατὰ γένος. ῾Εκάστου γένους τὰς ἀπαρχὰς νῦν, οἱονεὶ σπέρματά τινα τῆς φύσεως, προβληθῆναι κελεύει· τὸ δὲ πλῆθος αὐτῶν ἐν τῇ μετὰ ταῦτα διαδοχῇ ταμιεύεται, ὅταν αὐξάνεσθαι αὐτὰ καὶ πληθύνεσθαι δέῃ. ῎Αλλου γένους ἐστὶ τὰ ὀστρακόδερμα προσαγορευόμενα· οἷον κόγχαι, καὶ κτένες, καὶ κοχλίαι θαλάσσιοι, καὶ στρόμβοι, καὶ αἱ μυρίαι τῶν ὀστρέων διαφοραί. ῎Αλλο πάλιν παρὰ ταῦτα γένος, τὰ μαλακόστρακα προσειρημένα, κάραβοι, καὶ καρκῖνοι, καὶ τὰ παραπλήσια τούτοις. ῞Ετερον παρὰ ταῦτα γένος ἐστὶ τὰ μαλάκια οὕτω προσαγορευθέντα, ὅσων ἡ σὰρξ ἁπαλὴ καὶ χαύνη· πολύποδες, καὶ σηπίαι, καὶ τὰ ὅμοια τούτοις. Καὶ ἐν τούτοις πάλιν διαφοραὶ μυρίαι. Δράκοντες γὰρ καὶ μύραιναι καὶ ἐγχέλυες, αἱ κατὰ τοὺς ἰλυώδεις ποταμοὺς καὶ λίμνας γινόμεναι, τοῖς ἰοβόλοις μᾶλλον τῶν ἑρπετῶν, ἢ τοῖς ἰχθύσι κατὰ τὴν ὁμοιότητα τῆς φύσεως προσεγγίζουσιν. ῎Αλλο γένος τὸ τῶν ὠοτοκούντων, καὶ ἄλλο τὸ τῶν ζωοτοκούντων. Ζωοτοκεῖ δὲ τὰ γαλεώδη καὶ οἱ κυνίσκοι, καὶ ἁπαξαπλῶς τὰ σελάχη λεγόμενα. Καὶ τῶν κητῶν τὰ πλεῖστα ζωοτόκα· δελφῖνες, καὶ φῶκαι, ἃ καὶ νεαροὺς ἔτι τοὺς σκύμνους, διαπτοηθέντας ὑπὸ αἰτίας τινὸς, λέγεται πάλιν τῇ γαστρὶ ὑποδεχόμενα περιστέλλειν. ᾿Εξαγαγέτω τὰ ὕδατα κατὰ γένος. ῞Ετερον γένος τὸ κητῶδες, καὶ τὸ τῶν λεπτῶν ἰχθύων ἕτερον. Πάλιν ἐν τοῖς ἰχθύσι μυρίαι διαφοραὶ κατὰ γένη διῃρημέναι· ὧν καὶ ὀνόματα ἴδια, καὶ τροφὴ παρηλλαγμένη, καὶ σχῆμα καὶ μέγεθος καὶ σαρκῶν ποιότητες, πάντα μεγίσταις διαφοραῖς ἀλλήλων κεχωρισμένα, καὶ ἐν ἑτέροις καὶ ἑτέροις εἴδεσι καθεστῶτα. Ποῖοι μὲν οὖν θυννοσκόποι τῶν γενῶν τὰς διαφορὰς ἡμῖν ἀπαριθμήσασθαι δύνανται; Καίτοι φασὶν αὐτοὺς ἐν μεγάλαις ἀγέλαις ἰχθύων καὶ τὸν ἀριθμὸν ἀπαγγέλλειν. Τίς δὲ τῶν περὶ αἰγιαλοὺς καὶ ἀκτὰς καταγηρασάντων δύναται ἡμῖν τὴν ἱστορίαν πάντων δι' ἀκριβείας γνωρίσαι; ῎Αλλα γνωρίζουσιν οἱ τὴν ᾿Ινδικὴν ἁλιεύοντες θάλασσαν· ἄλλα, οἱ τὸν Αἰγύπτιον ἀγρεύοντες κόλπον· ἄλλα, νησιῶται· καὶ ἄλλα, Μαυρούσιοι. Πάντα δὲ ὁμοίως μικρά τε καὶ μεγάλα τὸ πρῶτον ἐκεῖνο πρόσταγμα καὶ ἡ ἄφατος ἐκείνη παρήγαγε δύναμις. Πολλαὶ τῶν βίων αἱ παραλλαγαί· πολλαὶ καὶ αἱ περὶ τὰς διαδοχὰς ἑκάστου γένους διαφοραί. Οὐκ ἐπωάζουσιν οἱ πλεῖστοι τῶν ἰχθύων ὥσπερ αἱ ὄρνιθες, οὔτε καλιὰς πήγνυνται, οὔτε μετὰ πόνων ἐκτρέφουσιν ἑαυτῶν τὰ ἔκγονα· ἀλλὰ τὸ ὕδωρ ὑποδεξάμενον ἐκπεσὸν τὸ ὠὸν, ζῷον ἐποίησεν. Καὶ ἑκάστῳ γένει ἡ διαδοχὴ ἀπαράλλακτος καὶ ἀνεπίμικτος πρὸς ἑτέραν φύσιν. Οὐχ οἷαι τῶν ἡμιόνων ἐπὶ τῆς χέρσου, ἢ καί τινων ὀρνίθων ἐπιπλοκαὶ παραχαρασσόντων τὰ γένη. Οὐδὲν παρὰ τοῖς ἰχθύσιν ἐξ ἡμισείας ὥπλισται τοῖς ὀδοῦσιν, ὡς βοῦς παρ' ἡμῖν καὶ πρόβατον· οὐδὲ γὰρ μηρυκίζει τι παρ' αὐτοῖς, εἰ μὴ τὸν σκάρον μόνον ἱστοροῦσί τινες. Πάντα δὲ ὀξυτάταις ἀκμαῖς ὀδόντων καταπεπύκνωται, ἵνα μὴ τῇ χρονίᾳ μασήσει ἡ τροφὴ διαρρέῃ· ἔμελλε γὰρ, εἰ μὴ ὀξέως κατατεμνομένη τῇ γαστρὶ παρεπέμπετο, ἐν τῇ λεπτοποιήσει διαφορεῖσθαι παρὰ τοῦ ὕδατος.

 Τροφὴ δὲ ἰχθύσιν ἄλλοις ἄλλη κατὰ γένος διωρισμένη. Οἱ μὲν γὰρ ἰλύϊ τρέφονται· οἱ δὲ τοῖς φυκίοις· ἄλλοι ταῖς βοτάναις ταῖς ἐντρεφομέναις τῷ ὕδατι ἀρκοῦνται. 'Αλληλοφάγοι δὲ τῶν ἰχθύων οἱ πλεῖστοι, καὶ ὁ μικρότερος παρ' ἐκείνοις βρῶμά ἐστι τοῦ μείζονος. Κἄν ποτε συμβῇ τὸν τοῦ ἐλάττονος κρατήσαντα ἑτέρου γενέσθαι θήραμα, ὑπὸ τὴν μίαν ἄγονται γαστέρα τοῦ τελευταίου. Τί οὖν ἡμεῖς οἱ ἄνθρωποι ἄλλο τι ποιοῦμεν ἐν τῇ καταδυναστείᾳ τῶν ὑποδεεστέρων; τί διαφέρει τοῦ τελευταίου ἰχθύος ὁ τῇ λαιμάργῳ φιλοπλουτίᾳ τοῖς ἀπληρώτοις τῆς πλεονεξίας αὐτοῦ κόλποις ἐναποκρύπτων τοὺς ἀσθενεῖς; ᾿Εκεῖνος εἶχε τὰ τοῦ πένητος· σὺ τοῦτον λαβὼν μέρος ἐποιήσω τῆς περιουσίας σεαυτοῦ. ᾿Αδίκων ἀδικώτερος ἀνεφάνης, καὶ πλεονεκτικώτερος πλεονέκτου. ῞Ορα μὴ τὸ αὐτό σε πέρας τῶν ἰχθύων ἐκδέξηται, ἄγκιστρόν που, ἢ κύρτος, ἢ δίκτυον. Πάντως γὰρ καὶ ἡμεῖς πολλὰ τῶν ἀδίκων διεξελθόντες, τὴν τελευταίαν τιμωρίαν οὐκ ἀποδρασόμεθα. ῎Ηδη δὲ καὶ ἐν ἀσθενεῖ ζῴῳ πολὺ τὸ πανοῦργον καὶ ἐπίβουλον καταμαθὼν, βούλομαί σε φυγεῖν τῶν κακούργων τὴν μίμησιν. ῾Ο καρκῖνος τῆς σαρκὸς ἐπιθυμεῖ τοῦ ὀστρέου· ἀλλὰ δυσάλωτος ἡ ἄγρα αὐτῷ διὰ τὴν περιβολὴν τοῦ ὀστράκου γίνεται. ᾿Αρραγεῖ γὰρ ἑρκίῳ τὸ ἁπαλὸν τῆς σαρκὸς ἡ φύσις κατησφαλίσατο. Διὸ καὶ ὀστρακόδερμον προσηγόρευται. Καὶ ἐπειδὴ δύο κοιλότητες ἀκριβῶς ἀλλήλαις προσηρμοσμέναι τὸ ὄστρεον περιπτύσσονται, ἀναγκαίως ἄπρακτοί εἰσιν αἱ χηλαὶ τοῦ καρκίνου. Τί οὖν ποιεῖ; ῞Οταν ἴδῃ ἐν ἀπηνέμοις χωρίοις μεθ' ἡδονῆς διαθαλπόμενον, καὶ πρὸς τὴν ἀκτῖνα τοῦ ἡλίου τὰς πτύχας ἑαυτοῦ διαπλώσαντα, τότε δὴ λάθρᾳ ψηφῖδα παρεμβαλὼν, διακωλύει τὴν σύμπτυξιν, καὶ εὑρίσκεται τὸ ἐλλεῖπον τῆς δυνάμεως διὰ τῆς ἐπινοίας περιεχόμενος. Αὕτη ἡ κακία τῶν μήτε λόγου μήτε φωνῆς μετεχόντων. ᾿Εγὼ δέ σε βούλομαι τὸ ποριστικὸν καὶ εὐμήχανον τῶν καρκίνων ζηλοῦντα, τῆς βλάβης τῶν πλησίον ἀπέχεσθαι. Τοιοῦτός ἐστιν ὁ πρὸς τὸν ἀδελφὸν πορευόμενος δόλῳ, καὶ ταῖς τῶν πλησίον ἀκαιρίαις ἐπιτιθέμενος, καὶ ταῖς ἀλλοτρίαις συμφοραῖς ἐντρυφῶν. Φεῦγε τὰς μιμήσεις τῶν κατεγνωσμένων. Τοῖς οἰκείοις ἀρκοῦ. Πενία μετὰ αὐταρκείας ἀληθοῦς, πάσης ἀπολαύσεως τοῖς σωφρονοῦσι προτιμοτέρα. Οὐκ ἂν παρέλθοιμι τὸ τοῦ πολύποδος δολερὸν καὶ ἐπίκλοπον, ὃς ὁποίᾳ ποτ' ἂν ἑκάστοτε πέτρᾳ περιπλακῇ, τὴν ἐκείνης ὑπέρχεται χρόαν. ῞Ωστε τοὺς πολλοὺς τῶν ἰχθύων ἀπροόπτως νηχομένους τῷ πολύποδι περιπίπτειν, ὡς τῇ πέτρᾳ δῆθεν, καὶ ἕτοιμον γίνεσθαι θήραμα τῷ πανούργῳ. Τοιοῦτοί εἰσι τὸ ἦθος οἱ τὰς ἀεὶ κρατούσας δυναστείας ὑπερχόμενοι, καὶ πρὸς τὰς ἑκάστοτε χρείας μεθαρμοζόμενοι, μὴ ἐπὶ τῆς αὐτῆς ἀεὶ προαιρέσεως βεβηκότες, ἀλλ' ἄλλοι καὶ ἄλλοι ῥᾳδίως γινόμενοι, σωφροσύνην τιμῶντες μετὰ σωφρόνων, ἀκόλαστοι δὲ ἐν ἀκολάστοις, πρὸς τὴν ἑκάστου ἀρέσκειαν τὰς γνώμας μετατιθέμενοι. Οὓς οὐδὲ ῥᾴδιον ἐκκλῖναι, οὐδὲ τὴν ἀπ' αὐτῶν φυλάξασθαι βλάβην, διὰ τὸ ἐν τῷ προσχήματι τῆς φιλίας βαθέως κατεσκευασμένην τὴν πονηρίαν κατακεκρύφθαι. Τὰ τοιαῦτα ἤθη λύκους ἅρπαγας ὀνομάζει ὁ Κύριος, ἐν ἐνδύμασι προβάτων προφαινομένους. Φεῦγε τὸ παντοδαπὸν καὶ πολλαπλοῦν τοῦ τρόπου· δίωκε δὲ ἀλήθειαν, εἰλικρίνειαν, ἁπλότητα. ῾Ο ὄφις ποικίλος· διὰ τοῦτο καὶ ἕρπειν κατεδικάσθη. ῾Ο δίκαιος ἄπλαστος, ὁποῖος ὁ ᾿Ιακώβ. Διὰ τοῦτο Κατοικίζει Κύριος μονοτρόπους ἐν οἴκῳ. Αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος· ἐκεῖ ἑρπετὰ, ὧν οὐκ ἔστιν ἀριθμός· ζῷα μικρὰ μετὰ μεγάλων. 'Αλλ' ὅμως σοφή τίς ἐστι παρ' αὐτοῖς καὶ εὔτακτος διακόσμησις. Οὐ γὰρ μόνον κατηγορεῖν ἔχομεν τῶν ἰχθύων, ἀλλ' ἔστιν ἃ καὶ μιμήσασθαι ἄξιον. Πῶς τὰ γένη τῶν ἰχθύων ἕκαστα τὴν ἐπιτηδείαν ἑαυτοῖς διανειμάμενα χώραν, οὐκ ἐπεμβαίνει ἀλλήλοις, ἀλλὰ τοῖς οἰκείοις ὅροις ἐνδιατρίβει; Οὐδεὶς γεωμέτρης παρ' αὐτοῖς κατένειμε τὰς οἰκήσεις· οὐ τείχεσι περιγέγραπται· οὐχ ὁροθεσίοις διῄρηται· καὶ αὐτομάτως ἑκάστῳ τὸ χρήσιμον ἀποτέτακται. Οὗτος μὲν γὰρ ὁ κόλπος τάδε τινὰ γένη τῶν ἰχθύων βόσκει, κἀκεῖνος ἕτερα· καὶ τὰ ὧδε πληθύνοντα, ἄπορα παρ' ἑτέροις. Οὐδὲν ὄρος ὀξείαις κορυφαῖς ἀνατεταμένον διίστησιν, οὐ ποταμὸς τὴν διάβασιν ἀποτέμνεται, ἀλλὰ νόμος τίς ἐστι φύσεως ἴσως καὶ δικαίως κατὰ τὸ ἑκάστου χρειῶδες τὴν δίαιταν ἑκάστοις ἀποκληρῶν.

 'Αλλ' οὐχ ἡμεῖς τοιοῦτοι. Πόθεν; Οἵγε μεταίρομεν ὅρια αἰώνια, ἃ ἔθεντο οἱ πατέρες ἡμῶν. Παρατεμνόμεθα γῆν, συνάπτομεν οἰκίαν πρὸς οἰκίαν καὶ ἀγρὸν πρὸς ἀγρὸν, ἵνα τοῦ πλησίον ἀφελώμεθά τι. Οἶδε τὰ κήτη τὴν ἀφωρισμένην αὐτοῖς παρὰ τῆς φύσεως δίαιταν, τὴν ἔξω τῶν οἰκουμένων χωρίων κατείληφε θάλασσαν, τὴν ἐρήμην νήσων, ᾗ μηδεμία πρὸς τὸ ἀντιπέρας ἀντικαθέστηκεν ἤπειρος. Διόπερ ἄπλους ἐστὶν, οὔτε ἱστορίας, οὔτε τινὸς χρείας κατατολμᾶν αὐτῆς τοὺς πλωτῆρας ἀναπειθούσης. ᾿Εκείνην καταλαβόντα τὰ κήτη, τοῖς μεγίστοις τῶν ὀρῶν κατὰ τὸ μέγεθος ἐοικότα, ὡς οἱ τεθεαμένοι φασὶ, μένει ἐν τοῖς οἰκείοις ὅροις, μήτε ταῖς νήσοις, μήτε ταῖς παραλίοις πόλεσι λυμαινόμενα. Οὕτω μὲν οὖν ἕκαστον γένος, ὥσπερ πόλεσιν ἢ κώμαις τισὶν ἢ πατρίσιν ἀρχαίαις, τοῖς ἀποτεταγμένοις αὐτοῖς τῆς θαλάσσης μέρεσιν ἐναυλίζεται. ῎Ηδη δέ τινες καὶ ἀποδημητικοὶ τῶν ἰχθύων, ὥσπερ ἀπὸ κοινοῦ βουλευτηρίου πρὸς τὴν ὑπερορίαν στελλόμενοι, ὑφ' ἑνὶ συνθήματι πάντες ἀπαίρουσιν. ᾿Επειδὰν γὰρ ὁ τεταγμένος καιρὸς τῆς κυήσεως καταλάβῃ, ἄλλοι ἀπ' ἄλλων κόλπων μεταναστάντες, τῷ κοινῷ τῆς φύσεως νόμῳ διεγερθέντες, ἐπὶ τὴν βορινὴν ἐπείγονται θάλασσαν. Καὶ ἴδοις ἂν κατὰ τὸν καιρὸν τῆς ἀνόδου ὥσπερ τι ῥεῦμα τοὺς ἰχθῦς ἡνωμένους, καὶ διὰ τῆς Προποντίδος ἐπὶ τὸν Εὔξεινον ῥέοντας. Τίς ὁ κινῶν; ποῖον πρόσταγμα βασιλέως; ποῖα διαγράμματα κατ' ἀγορὰν ἡπλωμένα τὴν προθεσμίαν δηλοῖ; οἱ ξεναγοῦντες τίνες; ῾Ορᾷς τὴν θείαν διάταξιν πάντα πληροῦσαν, καὶ διὰ τῶν μικροτάτων διήκουσαν. ᾿Ιχθὺς οὐκ ἀντιλέγει νόμῳ Θεοῦ, καὶ ἄνθρωποι σωτηρίων διδαγμάτων οὐκ ἀνεχόμεθα. Μὴ καταφρόνει τῶν ἰχθύων, ἐπειδὴ ἄφωνα καὶ ἄλογα παντελῶς, ἀλλὰ φοβοῦ μὴ καὶ τούτων ἀλογώτερος ᾖς, τῇ διαταγῇ τοῦ κτίσαντος ἀνθιστάμενος. ῎Ακουε τῶν ἰχθύων μονονουχὶ φωνὴν ἀφιέντων δι' ὧν ποιοῦσιν, ὅτι εἰς διαμονὴν τοῦ γένους τὴν μακρὰν ταύτην ἀποδημίαν στελλόμεθα. Οὐκ ἔχουσιν ἴδιον λόγον, ἔχουσι δὲ τὸν τῆς φύσεως νόμον ἰσχυρῶς ἐνιδρυμένον, καὶ τὸ πρακτέον ὑποδεικνύντα. Βαδίσωμεν, φασὶν, ἐπὶ τὸ βόρειον πέλαγος. Γλυκύτερον γὰρ τῆς λοιπῆς θαλάσσης ἐκεῖνο τὸ ὕδωρ, διότι ἐπ' ὀλίγον αὐτῇ προσδιατρίβων ὁ ἥλιος, οὐκ ἐξάγει αὐτῆς ὅλον διὰ τῆς ἀκτῖνος τὸ πότιμον. Χαίρει δὲ τοῖς γλυκέσι καὶ τὰ θαλάσσια· ὅθεν καὶ ἐπὶ τοὺς ποταμοὺς ἀνανήχεται πολλάκις, καὶ πόρρω θαλάσσης φέρεται. ᾿Εκ τούτου προτιμότερος αὐτοῖς ὁ Πόντος τῶν λοιπῶν ἐστι κόλπων, ὡς ἐπιτήδειος ἐναποκυῆσαι καὶ ἐκθρέψαι τὰ ἔκγονα. ᾿Επειδὰν δὲ τὸ σπουδαζόμενον ἀρκούντως ἐκπληρωθῇ, πάλιν πανδημεὶ πάντες ὑποστρέφουσιν οἴκαδε. Καὶ τίς ὁ λόγος, ἀκούσωμεν παρὰ τῶν σιωπώντων. ᾿Επιπόλαιος, φασὶν, ἡ βορεινὴ θάλασσα, καὶ ὑπτία προκειμένη τῶν ἀνέμων ταῖς βίαις, ὀλίγας ἀκτὰς καὶ ὑποδρομὰς ἔχουσα. Διὸ καὶ ἐκ πυθμένος οἱ ἄνεμοι ῥᾳδίως αὐτὴν ἀναστρέφουσιν, ὡς καὶ τὴν βυθίαν ψάμμον τοῖς κύμασιν ἀναμίγνυσθαι. ᾿Αλλὰ καὶ ψυχρὰ, χειμῶνος ὥρᾳ, ὑπὸ πολλῶν καὶ μεγάλων ποταμῶν πληρουμένη. Διὰ τοῦτο ἐφ' ὅσον μέτριον ἀπολαύσαντες αὐτῆς ἐν τῷ θέρει, πάλιν χειμῶνος ἐπὶ τὴν ἐν τῷ βυθῷ ἀλέαν καὶ τὰ προσήλια τῶν χωρίων ἐπείγονται, καὶ φυγόντες τὸ δυσήνεμον τῶν ἀρκτῴων, τοῖς ἐπ' ἔλαττον τινασσομένοις κόλποις ἐγκαθορμίζονται.

 Εἶδον ταῦτα ἐγὼ, καὶ τὴν ἐν πᾶσι τοῦ Θεοῦ σοφίαν ἐθαύμασα. Εἰ τὰ ἄλογα ἐπινοητικὰ καὶ φυλακτικὰ τῆς ἰδίας αὐτῶν σωτηρίας, καὶ οἶδε τὸ αἱρετὸν αὐτῷ καὶ τὸ φευκτὸν ὁ ἰχθὺς, τί ἐροῦμεν ἡμεῖς οἱ λόγῳ τετιμημένοι, καὶ νόμῳ πεπαιδευμένοι, ἐπαγγελίαις προτραπέντες, Πνεύματι σοφισθέντες, εἶτα τῶν ἰχθύων ἀλογώτερον τὰ καθ' ἑαυτοὺς διατιθέμενοι; Εἴπερ οἱ μὲν ἴσασι τοῦ μέλλοντός τινα ποιεῖσθαι πρόνοιαν, ἡμεῖς δὲ ἐκ τῆς πρὸς τὸ μέλλον ἀνελπιστίας δι' ἡδονῆς βοσκηματώδους τὴν ζωὴν ἀναλίσκομεν. ᾿Ιχθὺς τοσαῦτα διαμείβει πελάγη ὑπὲρ τοῦ εὕρασθαί τινα ὠφέλειαν· τί ἐρεῖς σὺ ὁ τῇ ἀργίᾳ συζῶν; ᾿Αργία δὲ, κακουργίας ἀρχή. Μηδεὶς ἄγνοιαν προφασιζέσθω. Φυσικὸς λόγος οἰκείωσιν ἡμῖν τοῦ καλοῦ, καὶ ἀλλοτρίωσιν ἀπὸ τῶν βλαβερῶν ὑποδεικνὺς ἐγκατέσπαρται. Οὐκ ἀφίσταμαι τῶν θαλασσίων ὑποδειγμάτων, ἐπειδὴ ταῦτα ἡμῖν πρόκειται εἰς ἐξέτασιν. ῎Ηκουσα ἐγὼ τῶν παραλίων τινὸς, ὅτι ὁ θαλάσσιος ἐχῖνος, τὸ μικρὸν παντελῶς καὶ εὐκαταφρόνητον ζῷον, διδάσκαλος πολλάκις γαλήνης καὶ κλύδωνος τοῖς πλέουσι γίνεται. ῝Ος ὅταν προΐδῃ ταραχὴν ἐξ ἀνέμων, ψηφῖδά τινα ὑπελθὼν γενναίαν, ἐπ' αὐτῆς, ὥσπερ ἐπ' ἀγκύρας, βεβαίως σαλεύει, κατεχόμενος τῷ βάρει πρὸς τὸ μὴ ῥᾳδίως τοῖς κύμασιν ὑποσύρεσθαι. Τοῦτο ὅταν ἴδωσιν οἱ ναυτικοὶ τὸ σημεῖον, ἴσασι τὴν προσδοκωμένην βιαίαν κίνησιν τῶν ἀνέμων. Οὐδεὶς ἀστρολόγος, οὐδεὶς Χαλδαῖος, ταῖς ἐπιτολαῖς τῶν ἄστρων τὰς τῶν ἀέρων ταραχὰς τεκμαιρόμενος, ταῦτα τὸν ἐχῖνον ἐδίδαξεν, ἀλλ' ὁ θαλάσσης καὶ ἀνέμων

Κύριος καὶ τῷ μικρῷ ζῴῳ τῆς μεγάλης ἑαυτοῦ σοφίας ἐναργὲς ἴχνος ἐνέθηκεν. Οὐδὲν ἀπρονόητον, οὐδὲν ἠμελημένον παρὰ Θεοῦ. Πάντα σκοπεύει ὁ ἀκοίμητος ὀφθαλμός. Πᾶσι πάρεστιν, ἐκπορίζων ἑκάστῳ τὴν σωτηρίαν. Εἰ ἐχῖνον ἔξω τῆς ἑαυτοῦ ἐπισκοπῆς ὁ Θεὸς οὐκ ἀφῆκε, τὰ σὰ οὐκ ἐπισκοπεῖ; Οἱ ἄνδρες, ἀγαπᾶτε τὰς γυναῖκας, κἂν ὑπερόριοι ἀλλήλοις πρὸς κοινωνίαν γάμου συνέλθητε. `O τῆς φύσεως δεσμὸς, ὁ διὰ τῆς εὐλογίας ζυγὸς, ἕνωσις ἔστω τῶν διεστώτων. ῎Εχιδνα, τὸ χαλεπώτατον τῶν ἑρπετῶν, πρὸς γάμον ἀπαντᾷ τῆς θαλασσίας μυραίνης, καὶ συριγμῷ τὴν παρουσίαν σημήνασα ἐκκαλεῖται αὐτὴν ἐκ τῶν βυθῶν πρὸς γαμικὴν συμπλοκήν. ῾Η δὲ ὑπακούει, καὶ ἑνοῦται τῷ ἰοβόλῳ. Τί βούλεταί μοι ὁ λόγος; ῞Οτι κἂν τραχὺς ᾖ κἂν ἄγριος τὸ ἦθος ὁ σύνοικος, ἀνάγκη φέρειν τὴν ὁμόζυγα, καὶ ἐκ μηδεμιᾶςπροφάσεως καταδέχεσθαι τὴν ἕνωσιν διασπᾶν. Πλήκτης; ᾿Αλλ'ἀνήρ. Πάροινος; ᾿Αλλ' ἡνωμένος κατὰ τὴν φύσιν. Τραχὺς καὶ δυσάρεστος; ᾿Αλλὰ μέλος ἤδη σὸν, καὶ μελῶν τὸ τιμιώτατον.

 ᾿Ακουέτω δὲ καὶ ὁ ἀνὴρ τῆς προσηκούσης αὐτῷ παραινέσεως. ῾Η ἔχιδνα τὸν ἰὸν ἐξεμεῖ, αἰδουμένη τὸν γάμον· σὺ τὸ τῆς ψυχῆς ἀπηνὲς καὶ ἀπάνθρωπον οὐκ ἀποτίθεσαι αἰδοῖ τῆς ἑνώσεως; ῍Η τάχα τὸ τῆς ἐχίδνης ὑπόδειγμα καὶ ἑτέρως ἡμῖν χρησιμεύσει, ὅτι μοιχεία τίς ἐστι τῆς φύσεως ἡ τῆς ἐχίδνης καὶ τῆς μυραίνης ἐπιπλοκή. Διδαχθήτωσαν οὖν οἱ τοῖς ἀλλοτρίοις ἐπιβουλεύοντες γάμοις, ποταπῷ εἰσιν ἑρπετῷ παραπλήσιοι. Εἷς μοι σκοπὸς, πανταχόθεν οἰκοδομεῖσθαι τὴν ᾿Εκκλησίαν. Καταστελλέσθω τὰ πάθη τῶν ἀκολάστων, καὶ ἐγγείοις καὶ θαλαττίοις ὑποδείγμασι παιδευόμενα. ᾿Ενταῦθά με στῆναι τοῦ λόγου ἥ τε τοῦ σώματος καταναγκάζει ἀσθένεια, καὶ τὸ τῆς ὥρας ὀψέ· ἐπεὶ πολλὰ ἔτι προσθεῖναι εἶχον τοῖς φιληκόοις θαύματος ἄξια περὶ τῶν φυομένων ἐν τῇ θαλάσσῃ· περὶ θαλάσσης αὐτῆς. Πῶς εἰς ἅλας τὸ ὕδωρ πήγνυται· πῶς ὁ πολυτίμητος λίθος τὸ κουράλλιον χλόη μέν ἐστιν ἐν τῇ θαλάσσῃ, ἐπειδὰν δὲ εἰς τὸν ἀέρα ἐξενεχθῇ, πρὸς λίθου στερρότητα μεταπήγνυται· πόθεν τῷ εὐτελεστάτῳ ζῴῳ τῷ ὀστρέῳ τὸν βαρύτιμον μαργαρίτην ἡ φύσις ἐνέθηκεν. ῝Α γὰρ ἐπιθυμοῦσι θησαυροὶ βασιλέων, ταῦτα περὶ αἰγιαλοὺς καὶ ἀκτὰς καὶ τραχείας πέτρας διέρριπται, τοῖς ἐλύτροις τῶν ὀστρέων ἐγκείμενα. Πόθεν τὸ χρυσοῦν ἔριον αἱ πίνναι τρέφουσιν, ὅπερ οὐδεὶς τῶν ἀνθοβάφων μέχρι νῦν ἐμιμήσατο Πόθεν αἱ κόχλοι τοῖς βασιλεῦσι τὰς ἁλουργίδας χαρίζονται, αἳ καὶ τὰ ἄνθη τῶν λειμώνων τῇ εὐχροίᾳ παρέδραμον. ᾿Εξαγαγέτω τὰ ὕδατα. Καὶ τί οὐ γέγονε τῶν ἀναγκαίων; τί δὲ οὐχὶ τῶν πολυτελῶν ἐχαρίσθη τῷ βίῳ; Τὰ μὲν εἰς ὑπηρεσίαν ἀνθρώπων· τὰ δὲ, εἰς θεωρίαν τοῦ περὶ τὴν κτίσιν θαύματος. ῎Αλλα φοβερὰ, παιδαγωγοῦντα ἡμῶν τὸ ῥᾴθυμον. ᾿Εποίησεν ὁ Θεὸς τὰ κήτη τὰ μεγάλα. Οὐκ ἐπειδὴ καρίδος καὶ μαινίδος μείζονα, διὰ τοῦτο μεγάλα εἴρηται, ἀλλ' ἐπειδὴ τοῖς μεγίστοις ὄρεσι τῷ ὄγκῳ τοῦ σώματος παρισάζεται· ἅ γε καὶ νήσων πολλάκις φαντασίαν παρέχεται, ἐπειδάν ποτε ἐπὶ τὴν ἄκραν ἐπιφάνειαν τοῦ ὕδατος ἀνανήξηται. Ταῦτα μέντοι τηλικαῦτα ὄντα οὐ περὶ ἀκτὰς, οὐδὲ αἰγιαλοὺς διατρίβει, ἀλλὰ τὸ ᾿Ατλαντικὸν λεγόμενον πέλαγος ἐνοικεῖ. Τοιαῦτά ἐστι τὰ πρὸς φόβον καὶ ἔκπληξιν ἡμετέραν δημιουργηθέντα ζῷα. ᾿Εὰν δὲ ἀκούσῃς ὅτι τὰ μέγιστα τῶν πλοίων ἡπλωμένοις ἱστίοις ἐξ οὐρίας φερόμενα τὸ μικρότατον ἰχθύδιον ἡ ἐχενηῒς οὕτω ῥᾳδίως ἵστησιν, ὥστε ἀκίνητον ἐπὶ πλεῖστον φυλάσσειν τὴν ναῦν ὥσπερ καταρριζωθεῖσαν ἐν αὐτῷ τῷ πελάγει, ἆρ' οὐχὶ καὶ ἐν τῷ μικρῷ τούτῳ τὴν αὐτὴν τῆς τοῦ κτίσαντος δυνάμεως λαμβάνεις ἀπόδειξιν; Οὐ γὰρ μόνοι ξιφίαι, καὶ πρίονες, καὶ κύνες, καὶ φάλαιναι καὶ ζύγαιναι, φοβεραὶ, ἀλλὰ καὶ τρυγόνος κέντρον τῆς θαλασσίας, καὶ ταύτης νεκρᾶς, καὶ λαγωὸς ὁ θαλάσσιος, οὐχ ἧττόν ἐστι φοβερὰ, ταχεῖαν καὶ ἀπαραίτητον τὴν φθορὰν ἐπιφέροντα. Οὕτω σε διὰ πάντων ἐγρηγορέναι ὁ κτίστης βούλεται, ἵν' ἐν τῇ πρὸς Θεὸν ἐλπίδι τὰς ἀπ' αὐτῶν βλάβας ἀποδιδράσκῃς. ᾿Αλλὰ γὰρ ἀναδραμόντες ἐκ τῶν βυθῶν, ἐπὶ τὴν ἤπειρον καταφύγωμεν. Καὶ γάρ πως ἄλλα ἐπ' ἄλλοις καταλαβόντα ἡμᾶς τῆς δημιουργίας τὰ θαύματα, οἷόν τινα κύματα, ταῖς συνεχέσι καὶ ἐπαλλήλοις ἐπιδρομαῖς ὑποβρόχιον ἡμῶν τὸν λόγον ἤγαγε. Καίτοι θαυμάσαιμι ἂν, εἰ μὴ μείζοσι τοῖς κατ' ἤπειρον παραδόξοις ἡ διάνοια ἡμῶν ἐντυχοῦσα, πάλιν κατὰ τὸν ᾿Ιωνᾶν ἐπὶ τὴν θάλασσαν δραπετεύσει. ῎Εοικε δέ μοι ὁ λόγος ἐμπεσὼν εἰς τὰ μυρία θαύματα ἐπιλελῆσθαι τῆς συμμετρίας, καὶ ταὐτὸν πεπονθέναι τοῖς ἐν πελάγει ναυτιλλομένοις, οἳ πρὸς μηδὲν πεπηγὸς τὴν κίνησιν τεκμαιρόμενοι, ἀγνοοῦσι πολλάκις ὅσον διέδραμον. ῝Ο δὴ καὶ περὶ ἡμᾶς ἔοικε γεγενῆσθαι, τρέχοντος τοῦ λόγου διὰ τῆς κτίσεως, μὴ λαβεῖν τοῦ πλήθους τῶν εἰρημένων τὴν αἴσθησιν. 'Αλλ' εἰ καὶ φιλήκοον τὸ σεμνὸν τοῦτο θέατρον, καὶ γλυκεῖα δούλων ἀκοαῖς δεσποτικῶν θαυμάτων διήγησις, ἐνταῦθα τὸν λόγον ὁρμίσαντες, μείνωμεν τὴν ἡμέραν πρὸς τὴν τῶν λειπομένων ἀπόδοσιν. ᾿Αναστάντες δὲ πάντες εὐχαριστήσωμεν ὑπὲρ τῶν εἰρημένων, καὶ αἰτήσωμεν τῶν λειπομένων τὴν πλήρωσιν. Γένοιτο δὲ ὑμῖν καὶ ἐν τῇ μεταλήψει τῆς τροφῆς ἐπιτραπέζια διηγήματα, ὅσα τε ἕωθεν ὑμῖν, καὶ ὅσα κατὰ τὴν ἑσπέραν ἐπῆλθεν ὁ λόγος· καὶ ταῖς περὶ τούτων ἐννοίαις ὑπὸ τοῦ ὕπνου καταληφθέντες, τῆς μεθημερινῆς εὐφροσύνης καὶ καθεύδοντες ἀπολαύσοιτε, ἵνα ἐξῇ ὑμῖν λέγειν, ᾿Εγὼ καθεύδω, καὶ ἡ καρδία μου ἀγρυπνεῖ, μελετῶσα νυκτὸς καὶ ἡμέρας ἐν τῷ νόμῳ Κυρίου, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ᾿Αμήν.

 


Έβδομη σελίδα - Φτώχεια
Κα ...
Περισσότερα >>
Όγδοη σελίδα - Ανθρώπινα δικαιώματα
Κα ...
Περισσότερα >>