www.acapus.com Greek         Αγγλικά Last updated 23/12/2004    
ΕΛΛΗΝΙΚΑ ΜΟΝΑΣΤΗΡΙΑ    ΕΛΛΗΝΙΚΑ ΜΟΝΑΣΤΗΡΙΑ

ΕΛΛΗΝΙΚΑ ΜΟΝΑΣΤΗΡΙΑ    ΕΛΛΗΝΙΚΑ ΜΟΝΑΣΤΗΡΙΑ

Photo Album
Αναζήτηση

         
  
  
Περί του στερεώματος - Ομιλία Γ'

OMIΛΙΑ γ.


 


Περ το στερεματος.


  

 Τὰ τῆς πρώτης ἡμέρας ἔργα, μᾶλλον δὲ τὰ τῆς μιᾶς· μὴ γὰρ οὖν ἀφελώμεθα αὐτῆς τὸ ἀξίωμα, ὃ ἐν τῇ φύσει ἔχει, παρὰ τοῦ κτίσαντος καθ' ἑαυτὴν ἐκδοθεῖσα, οὐκ ἐν τῇ πρὸς τὰς ἄλλας συντάξει ἀριθμηθεῖσα· πλὴν ἀλλ' ὅτι τὰ ἐν αὐτῇ γενόμενα χθὲς ἐπελθὼν ὁ λόγος καὶ διελὼν τὴν ἐξήγησιν τοῖς ἀκροωμένοις, τὴν μὲν ἑωθινὴν τροφὴν τῶν ψυχῶν, τὴν δὲ ἑσπερινὴν εὐφροσύνην ποιησάμενος, νῦν ἐπὶ τὰ τῆς δευτέρας θαύματα μεταβαίνει. Λέγω δὲ τοῦτο οὐκ ἐπὶ τὴν τοῦ ἐξηγουμένου δύναμιν ἀναφέρων, ἀλλ' ἐπὶ τὴν χάριν τῶν γεγραμμένων, φυσικῶς ἔχουσαν τὸ εὐπαράδεκτον, καὶ πάσῃ καρδίᾳ προσηνές τε καὶ φίλον, τῶν τὸ ἀληθὲς τοῦ πιθανοῦ προτιμώντων· Καθὸ καὶ ὁ ψαλμῳδὸς ἐμφατικώτατα τὸ ἐκ τῆς ἀληθείας ἡδὺ παριστῶν, ‘Ως γλυκέα, φησὶ, τῷ λάρυγγί μου τὰ λόγιά σου, ὑπὲρ μέλι τῷ στόματί μου. Χθὲς τοίνυν, καθόσον ἦν δυνατὸν, τῇ περὶ τὰ λόγια τοῦ Θεοῦ διατριβῇ τὰς ψυχὰς ὑμῶν εὐφράναντες, πάλιν ἀπηντήσαμεν σήμερον ἐν δευτέρᾳ ἡμέρᾳ, τῶν τῆς δευτέρας ἡμέρας ἔργων τὰ θαύματα κατοψόμενοι. ᾿Αλλὰ γὰρ οὐ λέληθέ με, ὅτι πολλοὶ τεχνῖται τῶν βαναύσων τεχνῶν, ἀγαπητῶς ἐκ τῆς ἐφ' ἡμέραν ἐργασίας τὴν τροφὴν ἑαυτοῖς συμπορίζοντες, περιεστήκασιν ἡμᾶς, οἳ τὸν λόγον ἡμῖν συντέμνουσιν, ἵνα μὴ ἐπὶ πολὺ τῆς ἐργασίας ἀφέλκωνται. Πρὸς οὓς τί φημι; ῞Οτι τὸ δανεισθὲν τῷ Θεῷ τοῦ χρόνου μέρος οὐκ ἀφανίζεται, ἀλλὰ σὺν μεγάλῃ ἀποδίδοται παρ' αὐτοῦ τῇ προσθήκῃ. Καὶ γὰρ ὅσαι περιστάσεις ἀσχολίας ποιητικαὶ, ταύτας ὁ Κύριος παραπέμψει· καὶ σώματι τόνον, καὶ ψυχῇ προθυμίαν, καὶ συναλλαγμάτων εὐμάρειαν, καὶ τὴν εἰς πάντα τὸν βίον εὐοδίαν τοῖς τὰ πνευματικὰ προτιμότερα ποιουμένοις διδούς. Κἂν ἐν τῷ παρόντι δὲ μὴ κατ' ἐλπίδας ἡμῖν ἐκβῇ τὰ σπουδαζόμενα, ἀλλὰ πρός γε τὸν ἐφεξῆς αἰῶνα ἀγαθὸς θησαυρὸς ἡ διδασκαλία τοῦ Πνεύματος. ῎Ανελε τοίνυν τῆς καρδίας πᾶσαν τοῦ βίου μέριμναν, καὶ ὅλον μοι σεαυτὸν ἐνταῦθα συνάγαγε. Οὐ γὰρ ὄφελός τι τῆς τοῦ σώματος παρουσίας, τῆς καρδίας σου περὶ τὸν γήϊνον θησαυρὸν πονουμένης.

Καὶ εἶπεν ὁ Θεὸς γενηθήτω στερέωμα ἐν μέσῳ τοῦ ὕδατος, καὶ ἔστω διαχωρίζον ἀνὰ μέσον ὕδατος καὶ ὕδατος. ῎Ηδη καὶ χθὲς ἠκούσαμεν Θεοῦ ῥημάτων, Γενηθήτω φῶς. Καὶ σήμερον, Γενηθήτω στερέωμα. Πλέον δέ τι ἔχειν δοκεῖ τὰ παρόντα, ὅτι οὐκ ἀπέμεινεν ὁ λόγος ἐν ψιλῷ τῷ προστάγματι, ἀλλὰ καὶ τὴν αἰτίαν καθ' ἣν ἐπιζητεῖται τοῦ στερεώματος ἡ κατασκευὴ προσδιώρισεν. ῞Ινα διαχωρίζῃ, φησὶν, ἀνὰ μέσον ὕδατος καὶ ὕδατος. Πρῶτον μὲν οὖν ἀναλαβόντες ζητῶμεν, πῶς ὁ Θεὸς διαλέγεται. ῏Αρα τὸν ἡμέτερον τρόπον, πρότερον μὲν ὁ ἀπὸ τῶν πραγμάτων τύπος ἐγγίνεται τῇ νοήσει, ἔπειτα μετὰ τὸ φαντασθῆναι, ἀπὸ τῶν ὑποκειμένων τὰς οἰκείας καὶ προσφυεῖς ἑκάστου σημασίας ἐκλεγόμενος ἐξαγγέλλει; εἶτα τῇ ὑπηρεσίᾳ τῶν φωνητικῶν ὀργάνων παραδοὺς τὰ νοηθέντα, οὕτω διὰ τῆς τοῦ ἀέρος τυπώσεως, κατὰ τὴν ἔναρθρον τῆς φωνῆς κίνησιν, ἐν τῷ κρυπτῷ νόημα σαφηνίζει; Καὶ πῶς οὐ μυθῶδες τῆς τοιαύτης περιόδου λέγειν τὸν Θεὸν χρῄζειν πρὸς τὴν τῶν νοηθέντων δήλωσιν; ῍Η εὐσεβέστερον λέγειν, ὅτι τὸ θεῖον βούλημα καὶ ἡ πρώτη ὁρμὴ τοῦ νοεροῦ κινήματος, τοῦτο Λόγος ἐστὶ τοῦ Θεοῦ; Σχηματίζει δὲ αὐτὸν διεξοδικῶς ἡ Γραφὴ, ἵνα δείξῃ ὅτι οὐχὶ γενέσθαι μόνον ἐβουλήθη τὴν κτίσιν, ἀλλὰ καὶ διά τινος συνεργοῦ παραχθῆναι ταύτην εἰς γέννησιν. ᾿Εδύνατο γὰρ, ὡς ἐξ ἀρχῆς εἶπε, περὶ πάντων ἐπεξελθεῖν, ᾿Εν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν· εἶτα, ᾿Εποίησε φῶς· εἶτα, ᾿Εποίησε τὸ στερέωμα· νῦν δὲ τὸν Θεὸν προστάττοντα καὶ διαλεγόμενον εἰσάγουσα, τὸν ᾧ προστάσσει καὶ ᾧ διαλέγεται κατὰ τὸ σιωπώμενον ὑποφαίνει, οὐ βασκαίνουσα ἡμῖν τῆς γνώσεως, ἀλλ' ἐκκαίουσα ἡμᾶς πρὸς τὸν πόθον, di' ὧν ἴχνη τινὰ καὶ ἐμφάσεις ὑποβάλλει τοῦ ἀπορρήτου. Τὸ γὰρ πόνῳ κτηθὲν, περιχαρῶς ὑπεδέχθη καὶ φιλοπόνως διεφυλάχθη· ὧν μέντοι πρόχειρος ὁ πορισμὸς, τούτων ἡ κτῆσις εὐκαταφρόνητος. Διὰ τοῦτο ὁδῷ τινι καὶ τάξει ἡμᾶς εἰς τὴν περὶ τοῦ Μονογενοῦς ἔννοιαν προσβιβάζει. Καίτοιγε τοῦ ἐν φωνῇ λόγου οὐδὲ οὕτως ἦν χρεία τῇ ἀσωμάτῳ φύσει, αὐτῶν τῶν νοηθέντων μεταδίδοσθαι δυναμένων τῷ συνεργοῦντι. ῞Ωστε τίς χρεία λόγου τοῖς δυναμένοις ἐξ αὐτοῦ τοῦ νοήματος κοινωνεῖν ἀλλήλοις τῶν βουλευμάτων; Φωνὴ μὲν γὰρ δι' ἀκοὴν, καὶ ἀκοὴ φωνῆς ἕνεκεν. ῞Οπου δὲ οὐκ ἀὴρ, οὐχὶ γλῶσσα, οὐχὶ οὖς, οὐ πόρος σκολιὸς ἐπὶ τὴν ἐν τῇ κεφαλῇ συναίσθησιν ἀναφέρων τοὺς ψόφους, ἐκεῖ οὐδὲ ῥημάτων χρεία, ἀλλ' ἐξ αὐτῶν, ὡς ἂν εἴποι τις, τῶν ἐν καρδίᾳ νοημάτων τοῦ θελήματος ἡ μετάδοσις. ῞Οπερ οὖν ἔφην, ὥστε διαναστῆναι τὸν νοῦν ἡμῶν πρὸς τὴν ἔρευναν τοῦ προσώπου πρὸς ὃν οἱ λόγοι, σοφῶς καὶ ἐντέχνως τὸ σχῆμα τοῦτο τῆς διαλέκτου παρείληπται.

Δεύτερόν ἐστιν ἐξετάσαι, εἰ ἕτερον παρὰ τὸν ἐν ἀρχῇ πεποιημένον οὐρανὸν τὸ στερέωμα τοῦτο, ὃ καὶ αὐτὸ ἐπεκλήθη οὐρανὸς, καὶ εἰ ὅλως οὐρανοὶ δύο· ὅπερ οἱ τὰ περὶ οὐρανοῦ φιλοσοφήσαντες ἕλοιντ' ἂν μᾶλλον τὰς γλώσσας προέσθαι, ἢ ὡς ἀληθὲς παραδέξασθαι. ῞Ενα γὰρ ὑποτίθενται οὐρανὸν, καὶ οὐκ ἔχειν αὐτῷ φύσιν, δεύτερον, ἢ τρίτον, ἢ πολλοστὸν προσγενέσθαι, πάσης τῆς οὐσίας τοῦ οὐρανίου σώματος εἰς τὴν τοῦ ἑνὸς σύστασιν ἀπαναλωθείσης, ὡς οἴονται. ῝Εν γάρ φασι τὸ κυκλοφορικὸν σῶμα, καὶ τοῦτο πεπερασμένον· ὅπερ εἰ συναπήρτισται τῷ πρώτῳ οὐρανῷ, μηδὲν ὑπολείπεσθαι πρὸς δευτέρου ἢ τρίτου γένεσιν.

Ταῦτα μὲν οὖν οἱ ὕλην ἀγέννητον ἐπεισάγοντες τῷ δημιουργῷ φαντάζονται, ἐκ τῆς πρώτης μυθοποιίας πρὸς τὸ ἀκόλουθον ψεῦδος ὑποφερόμενοι· ἡμεῖς δὲ ἀξιοῦμεν τοὺς τῶν ῾Ελλήνων σοφοὺς, μὴ πρότερον ἡμᾶς καταχλευάζειν πρὶν τὰ πρὸς ἀλλήλους διάθωνται. Εἰσὶ γὰρ ἐν αὐτοῖς οἳ ἀπείρους οὐρανοὺς καὶ κόσμους εἶναί φασιν, ὧν ὅταν ἀπελέγξωσιν τὸ ἀπίθανον οἱ ἐμβριθεστέραις ταῖς ἀποδείξεσι χρώμενοι, καὶ ταῖς γεωμετρικαῖς ἀνάγκαις συστήσωσι μὴ ἔχειν φύσιν ἄλλον οὐρανὸν γενέσθαι παρὰ τὸν ἕνα, τότε καὶ μᾶλλον καταγελασόμεθα τῆς γραμμικῆς καὶ ἐντέχνου αὐτῶν φλυαρίας, εἴπερ ὁρῶντες πομφόλυγας διὰ τῆς ὁμοίας αἰτίας γινομένας μίαν τε καὶ πολλὰς, εἶτα ἀμφιβάλλουσι περὶ οὐρανῶν πλειόνων, εἰ ἐξαρκεῖ αὐτοὺς ἡ δημιουργικὴ δύναμις παραγαγεῖν εἰς τὸ εἶναι. ῟Ων τὴν ἰσχὺν καὶ τὸ μέγεθος οὐδὲν ἡγούμεθα διαφέρειν τῆς κοίλης νοτίδος τῆς ὑπερφυσωμένης ἐν τοῖς κρουνοῖς, ὅταν πρὸς τὴν ὑπεροχὴν τῆς τοῦ Θεοῦ δυνάμεως ἀποβλέψωμεν. ῞Ωστε καταγέλαστος αὐτοῖς ὁ τοῦ ἀδυνάτου λόγος. ῾Ημεῖς δὲ τοσοῦτον ἀπέχομεν τῷ δευτέρῳ ἀπιστεῖν, ὅτι καὶ τὸν τρίτον ἐπιζητοῦμεν, οὗ τῆς θέας ὁ μακάριος Παῦλος ἠξιώθη. ῾Ο δὲ ψαλμὸς ὀνομάζων οὐρανοὺς οὐρανῶν, καὶ πλειόνων ἡμῖν ἔννοιαν ἐνεποίησε. Οὐ δήπου δὲ ταῦτα παραδοξότερα τῶν ἑπτὰ κύκλων, καθ' ὧν οἱ ἑπτὰ ἀστέρες σχεδὸν παρὰ πάντων συμφώνως ὁμολογοῦνται φέρεσθαι, οὓς καὶ ἐνηρμόσθαι φασὶν ἑτέρῳ τὸν ἕτερον, κατὰ τὴν εἰκόνα τῶν κάδων τῶν εἰς ἀλλήλους ἐμβεβηκότων. Τούτους δὲ τὴν ἐναντίαν τῷ παντὶ φερομένους, περισχιζομένου τοῦ αἰθέρος αὐτοῖς, εὔηχόν τινα καὶ ἐναρμόνιον ἀποδιδόναι φθόγγον, ὥστε πᾶσαν τὴν ἐν μελῳδίαις ἡδονὴν ὑπερβάλλειν. Εἶτα ἐπειδὰν τὴν διὰ τῆς αἰσθήσεως πίστιν οἱ ταῦτα λέγοντες ἀπαιτῶνται, τί φασιν; ῞Οτι διὰ τὴν ἐξ ἀρχῆς συνήθειαν πρὸς τὸν ψόφον ἐκ πρώτης γενέσεως συνεθισθέντες αὐτῷ, ἐκ πολλῆς τῆς περὶ τὸ ἀκούειν μελέτης τὴν αἴσθησιν ἀφῃρήμεθα· ὥσπερ οἱ ἐν τοῖς χαλκείοις συνεχῶς τὰ ὦτα κατακρουόμενοι. ῟Ων τὸ σεσοφισμένον καὶ σαθρὸν διελέγχειν, οὕτως ἐναργῶς ἐκ πρώτης ἀκοῆς πᾶσι καταφαινόμενον, οὐκ ἔστιν ἀνδρὸς οὔτε χρόνου εἰδότος φείδεσθαι, οὔτε τῆς συνέσεως τῶν ἀκουόντων στοχαζομένου. ᾿Αλλὰ τὰ τῶν ἔξωθεν τοῖς ἔξω καταλιπόντες ἡμεῖς ἐπὶ τὸν ἐκκλησιαστικὸν ὑποστρέφομεν λόγον. Εἴρηται μὲν οὖν τισι τῶν πρὸ ἡμῶν, μὴ δευτέρου οὐρανοῦ γένεσιν εἶναι ταύτην, ἀλλ' ἐπεξήγησιν τοῦ προτέρου, διὰ τὸ ἐκεῖ μὲν ἐν κεφαλαίῳ παραδεδόσθαι οὐρανοῦ καὶ γῆς ποίησιν, ἐνταῦθα δὲ ἐπεξεργαστικώτερον τὸν τρόπον καθ' ὃν ἕκαστον γέγονε τὴν Γραφὴν ἡμῖν παραδιδόναι. ῾Ημεῖς δέ φαμεν, ὅτι ἐπειδὴ καὶ ὄνομα ἕτερον καὶ χρεία ἰδιάζουσα τοῦ δευτέρου οὐρανοῦ παραδέδοται, ἕτερός ἐστι παρὰ τὸν ἐν ἀρχῇ πεποιημένον οὗτος, στερεωτέρας φύσεως, καὶ χρείαν ἐξαίρετον τῷ παντὶ παρεχόμενος.

Καὶ εἶπεν ὁ Θεός· γενηθήτω στερέωμα ἐν μέσῳ τοῦ ὕδατος, καὶ ἔστω διαχωρίζον ἀνὰ μέσον ὕδατος καὶ ὕδατος. Καὶ ἐποίησεν ὁ Θεὸς τὸ στερέωμα· καὶ διεχώρισεν ὁ Θεὸς ἀνὰ μέσον τοῦ ὕδατος ὃ ἦν ὑποκάτω τοῦ στερεώματος, καὶ ἀνὰ μέσον τοῦ ὕδατος τοῦ ἐπάνω τοῦ στερεώματος. Καὶ πρό γε τοῦ ἅψασθαι τῆς διανοίας τῶν γεγραμμένων, πειραθῶμεν τὸ παρὰ τῶν ἄλλων ἀντεπαγόμενον διαλῦσαι. ᾿Ερωτῶσι γὰρ ἡμᾶς, εἰ σφαιρικὸν μὲν τὸ σῶμα τοῦ στερεώματος, ὡς ἡ ὄψις δηλοῖ, ῥυτὸν δὲ τὸ ὕδωρ καὶ περιολισθαῖνον τοῖς ὑψηλοῖς, πῶς ἂν ἐδυνήθη ἐπὶ τῆς κυρτῆς περιφερείας τοῦ στερεώματος ἱδρυνθῆναι; Τί δὴ πρὸς τοῦτο ἐροῦμεν; ῞Οτι μάλιστα μὲν οὐκ εἴ τι πρὸς ἡμᾶς κυκλοτερὲς ὁρᾶται κατὰ τὴν ἔνδον κοιλότητα, τοῦτο ἀνάγκη καὶ τὴν ἔξωθεν ἐπιφάνειαν σφαιρικῶς ἀπηρτίσθαι, καὶ ὅλον ἀκριβῶς ἔντορνον εἶναι καὶ λείως περιηγμένον· ὅπου γε ὁρῶμεν τῶν τε λουτρῶν τοὺς λιθίνους ὀρόφους, καὶ τὰς τῶν ἀντρωδῶν οἰκοδομημάτων κατασκευὰς, ἃ κατὰ τὴν ἔνδον ὄψιν εἰς ἡμικύκλιον σχῆμα περιηγμένα, ἐν τοῖς ἄνω τοῦ τέγους ὁμαλὴν ἔχει πολλάκις τὴν ἐπιφάνειαν. ῞Ωστε τούτου γε ἕνεκεν μήτε αὐτοὶ ἐχέτωσαν πράγματα, μήτε ἡμῖν παρεχέτωσαν, ὡς οὐ δυναμένοις τὸ ὕδωρ κατασχεῖν ἐν τοῖς ἄνω. ῾Εξῆς δ' ἂν εἴη λέγειν, τίς ἡ φύσις τοῦ στερεώματος, καὶ διὰ τίνα αἰτίαν μεσιτεύειν ἐτάχθη τῷ ὕδατι. Τὸ τοῦ στερεώματος ὄνομα σύνηθες τῇ Γραφῇ ἐπὶ τῶν κατ' ἰσχὺν ὑπερβαλλόντων τάσσειν· ὡς ὅταν λέγῃ, Κύριος στερέωμά μου, καὶ καταφυγή μου· καὶ, ᾿Εγὼ ἐστερέωσα τοὺς στύλους αὐτῆς· καὶ τὸ, Αἰνεῖτε αὐτὸν ἐν στερεώματι δυνάμεως αὐτοῦ. Οἱ μὲν γὰρ ἔξωθεν στερεὸν λέγουσι σῶμα τὸ οἷον ναστὸν καὶ πλῆρες, ὃ πρὸς ἀντιδιαστολὴν τοῦ μαθηματικοῦ λέγεται. ῎Εστι δὲ τὸ μὲν μαθηματικὸν τὸ ἐν μόναις ταῖς διαστάσεσι τὸ εἶναι ἔχον, ἐν τῷ πλάτει, λέγω, καὶ τῷ βάθει, καὶ τῷ ὕψει· τὸ δὲ στερεὸν ὃ πρὸς τοῖς διαστήμασι καὶ τὴν ἀντιτυπίαν ἔχει. Τῇ δὲ Γραφῇ σύνηθες, τὸ κραταιὸν καὶ ἀνένδοτον, στερέωμα λέγειν, ὡς καὶ ἐπὶ ἀέρος πολλάκις καταπυκνωθέντος τῇ φωνῇ ταύτῃ κεχρῆσθαι· ὡς ὅταν λέγῃ· ῾Ο στερεῶν βροντήν. Τὴν γὰρ στερρότητα καὶ ἀντιτυπίαν τοῦ πνεύματος τοῦ ἐναπολαμβανομένου ταῖς κοιλότησι τῶν νεφῶν, καὶ διὰ τὸ βιαίως ἐκρήγνυσθαι τοὺς κατὰ τὰς βροντὰς ἀποτελοῦντος ψόφους, στερέωσιν βροντῆς ἡ Γραφὴ προσηγόρευσεν. Καὶ νῦν τοίνυν ἡγούμεθα ἐπί τινος στερρᾶς φύσεως, στέγειν τοῦ ὕδατος τὸ ὀλισθηρὸν καὶ εὐδιάλυτον ἐξαρκούσης, τὴν φωνὴν ταύτην τετάχθαι. Καὶ οὐ δήπου, ἐπειδὴ κατὰ τὴν κοινὴν ἐκδοχὴν ἐκ τοῦ ὕδατος δοκεῖ τὴν γένεσιν ἐσχηκέναι, ἢ ὕδατι πεπηγότι ἐμφερὲς εἶναι προσήκει νομίζειν, ἤ τινι τοιαύτῃ ὕλῃ ἐκ τῆς τοῦ ὑγροῦ διηθήσεως τὴν ἀρχὴν λαμβανούσῃ, ὁποία ἐστὶν ἥ τε τοῦ κρυστάλλου λίθου, ὃν δι' ὑπερβάλλουσαν τοῦ ὕδατος πῆξιν μεταποιεῖσθαί φασιν, ἢ ἡ τοῦ σπέκλου φύσις ἐν μετάλλοις συνισταμένη. Λίθος δέ ἐστι διαυγὴς, ἰδιάζουσαν καὶ καθαρωτάτην τὴν διαφάνειαν κεκτημένος, ὃς ἐὰν κατὰ τὴν ἑαυτοῦ φύσιν ἀκριβὴς εὑρεθῇ, μήτε κατεδηδεσμένος σηπεδόνι τινὶ, μήτε τὸ βάθος ὑπερρηγμένος ταῖς διαφύσεσι, μικροῦ τῷ ἀέρι τὴν διαύγειαν ἔοικεν. Οὐδενὶ οὖν τούτων εἰκάζομεν τὸ στερέωμα. Παιδικῆς γὰρ τῷ ὄντι καὶ ἁπλῆς διανοίας, τοιαύτας ἔχειν περὶ τῶν οὐρανίων τὰς ὑπολήψεις. Οὐ μὴν, οὐδὲ εἰ πάντα ἐν ἅπασίν ἐστι, πῦρ μὲν ἐν γῇ, ἀὴρ δὲ ἐν ὕδατι, καὶ τῶν ἄλλων ὡσαύτως ἐν ἑτέρῳ τὸ ἕτερον· καὶ μηδὲν τῶν αἰσθήσει ὑποπιπτόντων στοιχείων εἰλικρινές ἐστι καὶ ἀμιγὲς, ἢ τῆς πρὸς τὸ μέσον, ἢ τῆς πρὸς τὸ ἀντικείμενον κοινωνίας· τούτου ἕνεκεν καταδεχόμεθα, τὸ στερέωμα ἢ ἐξ ἑνὸς τῶν ἁπλῶν, ἢ τὸ ἀπὸ τούτων μίγμα φῆσαι ὑπάρχειν, δεδιδαγμένοι παρὰ τῆς Γραφῆς, μηδὲν ἐπιτρέπειν ἡμῶν τῷ νῷ πέρα τῶν συγκεχωρημένων φαντα-σιοῦσθαι. Μὴ παραδράμῃ δὲ ἡμᾶς μηδὲ ἐκεῖνο ἀπαρασήμαντον, ὅτι μετὰ τὸ προστάξαι τὸν Θεὸν, Γενηθήτω στερέωμα, οὐκ εἴρηται ἁπλῶς, καὶ ἐγένετο στερέωμα· ἀλλὰ, Καὶ ἐποίησεν ὁ Θεὸς τὸ στερέωμα· καὶ πάλιν, Διεχώρισεν ὁ Θεός. Οἱ κωφοὶ ἀκούσατε, καὶ οἱ τυφλοὶ ἀναβλέψατε. Καὶ τίς κωφὸς, ἀλλ' ἢ ὁ μὴ ἀκούων οὕτω μεγαλοφώνως ἐμβοῶντος τοῦ Πνεύματος; Καὶ τίς τυφλός; ῾Ο μὴ ἐνορῶν ταῖς οὕτως ἐναργέσι περὶ τοῦ Μονογενοῦς ἀποδείξεσι. Γενηθήτω στερέωμα. Αὕτη ἡ φωνὴ τῆς προκαταρκτικῆς αἰτίας. ᾿Εποίησεν ὁ Θεὸς τὸ στερέωμα. Αὕτη τῆς ποιητικῆς καὶ δημιουργικῆς δυνάμεως μαρτυρία.

'Αλλ' ἐπὶ τὰ συνεχῆ τῆς ἐξηγήσεως τὸν λόγον ἐπαναγάγωμεν. ῎Εστω διαχωρίζον, φησὶν, ἀνὰ μέσον ὕδατος καὶ ὕδατος. ῎Απειρος μὲν ἦν, ὡς ἔοικε, τῶν ὑδάτων ἡ χύσις, πανταχόθεν ἐπικυμαινόντων τῇ γῇ καὶ ἀπαιωρουμένων αὐτῆς· ὡς καὶ τὴν πρὸς τὰ ἄλλα στοιχεῖα δοκεῖν ἀναλογίαν ἐκβαίνειν. Διὰ τοῦτο γὰρ ἐν τοῖς κατόπιν ἐλέγετο ἄβυσσος πανταχόθεν περιβεβλῆσθαι τῇ γῇ. Τὴν δὲ αἰτίαν τοῦ πλήθους ἐν τοῖς ἑξῆς ἀποδώσομεν. Πάντως δὲ οὐδεὶς ὑμῶν οὐδὲ τῶν πάνυ κατησκημένων τὸν νοῦν, καὶ περὶ τὴν φθειρομένην ταύτην καὶ ῥέουσαν φύσιν ὀξυωπούντων, ἐπισκήψει τῇ δόξῃ, ὡς ἀδύνατα ἢ πλασματώδη ὑποτιθεμένων κατὰ τὸν λόγον· οὐδὲ ἀπαιτήσει ἡμᾶς εὐθύνας, ἐπὶ τίνος ἡ τῶν ὑδάτων ἥδραστο φύσις. ¿Ω γὰρ λόγῳ τὴν γῆν βαρυτέραν οὖσαν τοῦ ὕδατος ἀπαιωροῦσι τοῦ μέσου τῶν ἐσχάτων ἀπάγοντες, τῷ αὐτῷ δήπου πάντως καὶ τὸ μυρίον ὕδωρ ἐκεῖνο, διά τε τὴν κατὰ φύσιν ἐπὶ τὸ κάτω φορὰν, καὶ διὰ τὴν πανταχόθεν ἰσορροπίαν, περὶ τὴν γῆν ἀτρεμεῖν συγχωρήσουσιν. Οὐκοῦν ἄπλετος ἡ τοῦ ὕδατος φύσις τῇ γῇ περιεκέκουτο, οὐχὶ συμμέτρως ἔχουσα πρὸς αὐτὴν, ἀλλ' εἰς τὸ πολλαπλάσιον ὑπερβάλλουσα, οὕτως ἐξ ἀρχῆς τοῦ μεγάλου τεχνίτου προβλεψαμένου τὸ μέλλον, καὶ διὰ τὴν ἐφεξῆς χρείαν τὰ πρῶτα διαθεμένου. Τίς οὖν χρεία τοῦ ἀμύθητον ὅσον ὑπερβάλλειν τὸ ὕδωρ; ᾿Επειδὴ ἀναγκαία τῷ παντὶ τοῦ πυρὸς ἡ οὐσία, οὐ μόνον πρὸς τὴν τῶν περιγείων οἰκονομίαν, ἀλλὰ καὶ πρὸς τὴν συμπλήρωσιν τοῦ παντός. Κολοβὸν γὰρ ἂν ἦν τὸ ὅλον ἑνὶ τῷ μεγίστῳ καὶ καιριωτάτῳ πάντων ἐλλεῖπον. ᾿Αντικείμενα δὲ ταῦτα ἀλλήλοις, καὶ φθαρτικὸν ἕτερον τοῦ ἑτέρου· πῦρ μὲν τοῦ ὕδατος, ὅταν ἐπικρατῇ δυνάμει· ὕδωρ δὲ πυρὸς, ὅταν ὑπερβάλλῃ τῷ πλήθει. ῎Εδει δὲ μήτε στάσιν εἶναι πρὸςἄλληλα, μήτε ἐν τῇ παντελεῖ τοῦ ἑτέρου ἐκλείψει ἀφορμὴν παρασχεθῆναι τῷ παντὶ πρὸς διάλυσιν. Τοσαύτην τοῦ ὑγροῦ τὴν φύσιν οἰκονομῶν τὸ πᾶν προαπέθετο, ὥστε μέχρι τῶν τεταγμένων ὅρων τῆς τοῦ κόσμου συστάσεως κατὰ μικρὸν τῇ δυνάμει τοῦ πυρὸς ἐξαναλισκόμενον ἀντισχεῖν. ῾Ο τοίνυν ἅπαντα σταθμῷ καὶ μέτρῳ διαταξάμενος (ἀριθμηταὶ γὰρ αὐτῷ, κατὰ τὸν ᾿Ιὼβ, καὶ σταγόνες εἰσὶν ὑετοῦ) ᾔδει πόσον τῷ κόσμῳ χρόνον ἀφώρισεν εἰς διαμονὴν, καὶ πόσην χρὴ τῷ πυρὶ προαποθέσθαι δαπάνην. Οὗτος ὁ λόγος τῆς τοῦ ὕδατος περιουσίας κατὰ τὴν κτίσιν. ᾿Αλλὰ μὴν τό γε τοῦ πυρὸς ἀναγκαῖον τῷ κόσμῳ, οὐδεὶς οὕτως ἔξω τοῦ βίου παντάπασιν, ὥστε τῆς ἐκ τοῦ λόγου διδασκαλίας προσδεῖσθαι· οὐ μόνον ὅτι αἱ συνεκτικαὶ τῆς ζωῆς ἡμῶν τέχναι τῆς ἐμπύρου ἐργασίας ἐπιδέονται πᾶσαι, ὑφαντικὴ, λέγω, καὶ σκυτοτομικὴ, καὶ οἰκοδομικὴ, καὶ γεωργία, ἀλλ' ὅτι οὔτε δένδρων βλάστησις, οὐ καρπῶν πέψις, οὐ ζῴων ἐγγείων ἢ τῶν ἐνύδρων γένεσις, οὐχ αἱ τούτων τροφαὶ ἢ ἐξ ἀρχῆς ἂν συνέστησαν, ἢ πρὸς χρόνον διήρκεσαν, τοῦ θερμοῦ μὴ παρόντος. Οὐκοῦν ἀναγκαία μὲν τοῦ θερμοῦ ἡ κτίσις διὰ τὴν τῶν γιγνομένων σύστασίν τε καὶ διαμονήν· ἀναγκαία δὲ τοῦ ὑγροῦ ἡ δαψίλεια διὰ τὸ ἄπαυστον εἶναι καὶ ἀπαραίτητον τοῦ πυρὸς τὴν δαπάνην.

Περίβλεψαι πᾶσαν τὴν κτίσιν, καὶ ὄψει τοῦ θερμοῦ τὴν δύναμιν τοῖς ἐν γενέσει καὶ φθορᾷ πᾶσιν ἐνδυναστεύουσαν. Διὰ τοῦτο πολὺ τὸ ὕδωρ ὑπὲρ γῆς κεχυμένον, καὶ ὑπερέκεινα τῶν ὁρωμένων ἀπενεχθὲν, καὶ προσέτι παντὶ τῷ βάθει τῆς γῆς ἐνεσπαρμένον. ῞Οθεν πηγῶν ἀφθονίαι, καὶ φρεάτων σύρροιαι, καὶ ποταμῶν ῥεύματα, χειμάρρων τε καὶ ἀεννάων, ὑπὲρ τοῦ ἐν πολλοῖς καὶ ποικίλοις ταμείοις διατηρεῖσθαι τὴν ὑγρασίαν. ᾿Εκ μέν γε τῆς ἕω, ἀπὸ μὲν χειμερινῶν τροπῶν ὁ ᾿Ινδὸς ῥεῖ ποταμὸς ῥεῦμα πάντων ποταμίων ὑδάτων πλεῖστον, ὡς οἱ τὰς περιόδους τῆς γῆς ἀναγράφοντες ἱστορήκασιν· ἀπὸ δὲ τῶν μέσων τῆς ἀνατολῆς ὅ τε Βάκτρος, καὶ ὁ Χοάσπης, καὶ ὁ ᾿Αράξης, ἀφ' οὗ καὶ ὁ Τάναϊς ἀποσχιζόμενος εἰς τὴν Μαιῶτιν ἔξεισι λίμνην. Καὶ πρὸς τούτοις ὁ Φάσις τῶν Καυκασίων ὀρῶν ἀπορρέων, καὶ μυρίοι ἕτεροι ἀπὸ τῶν ἀρκτῴων τόπων ἐπὶ τὸν Εὔξεινον Πόντον φέρονται. ᾿Απὸ δὲ δυσμῶν τῶν θερινῶν ὑπὸ τὸ Πυρηναῖον ὄρος Ταρτησός τε καὶ ῎Ιστρος· ὧν ὁ μὲν ἐπὶ τὴν ἔξω Στηλῶν ἀφίεται θάλασσαν· ὁ δὲ ῎Ιστρος διὰ τῆς Εὐρώπης ῥέων, ἐπὶ τὸν Πόντον ἐκδίδωσι. Καὶ τί δεῖ τοὺς ἄλλους ἀπαριθμεῖσθαι οὓς αἱ ῾Ριπαὶ γεννῶσι, τὰ ὑπὲρ τῆς ἐνδοτάτω Σκυθίας ὄρη; ῟Ων ἐστὶ καὶ ὁ ῾Ροδανὸς μετὰ μυρίων ἄλλων ποταμῶν, καὶ αὐτῶν ναυσιπόρων, οἳ τοὺς ἑσπερίους Γαλάτας καὶ Κελτοὺς, καὶ τοὺς προσεχεῖς αὐτοῖς βαρβάρους παραμειψάμενοι, ἐπὶ τὸ ἑσπέριον πάντες εἰσχέονται πέλαγος. ῎Αλλοι ἐκ τῆς μεσημβρίας ἄνωθεν διὰ τῆς Αἰθιοπίας, οἱ μὲν ἐπὶ τὴν πρὸς ἡμᾶς ἔρχονται θάλασσαν· οἱ δὲ ἐπὶ τὴν ἔξω τῆς πλεομένης ἀποκενοῦνται· ὅ τε Αἰγὼν καὶ ὁ Νύσης καὶ ὁ καλούμενος Χρεμέτης, καὶ πρός γε ἔτι ὁ Νεῖλος, ὃς οὐδὲ ποταμοῖς τὴν φύσιν ἔοικεν, ὅταν ἴσα θαλάσσῃ πελαγίζῃ τὴν Αἴγυπτον. Οὕτως ὁ τῆς καθ' ἡμᾶς οἰκουμένης τόπος ὕδατι περιείληπται, πελάγεσί τε ἀπλέτοις ἐνδεδεμένος καὶ μυρίοις ποταμοῖς ἀεννάοις κατάρρυτος, διὰ τὴν ἄρρητον σοφίαν τοῦ τὴν ἀντίπαλον τῷ πυρὶ φύσιν δυσεξανάλωτον εἶναι οἰκονομήσαντος. ῎Εσται μέντοι ὅτε καὶ πάντα καταφρυγήσεται τῷ πυρὶ, ὥς φησιν ῾Ησαΐας ἐν οἷς πρὸς τὸν τῶν ὅλων Θεὸν διαλέγεται· ῾Ο λέγων τῇ ἀβύσσῳ, ἐρημωθήσῃ, καὶ πάντας τοὺς ποταμούς σου ξηρανῶ. ῞Ωστε ἀπορρίψας τὴν μωρανθεῖσαν σοφίαν, κατάδεξαι μεθ' ἡμῶν τὸ διδασκάλιον τῆς ἀληθείας, ἰδιωτικὸν μὲν τῷ λόγῳ, ἀδιάπτωτον δὲ κατὰ τὴν γνῶσιν.

Διὰ τοῦτο Γενηθήτω στερέωμα ἐν μέσῳ τοῦ ὕδατος, καὶ ἔστω διαχωρίζον ἀνὰ μέσον ὕδατος καὶ ὕδατος. Εἴρηται τί τὸ σημαινόμενον παρὰ τῇ Γραφῇ τὸ τοῦ στερεώματος ὄνομα. ῞Οτι οὐχὶ τὴν ἀντίτυπον καὶ στερέμνιον φύσιν, τὴν ἔχουσαν βάρος καὶ ἀντέρεισιν, οὐ ταύτην λέγει στερέωμα. ῍Η οὕτω ἂν κυριώτερον ἡ γῆ τῆς τοιαύτης κλήσεως ἠξιώθη. ᾿Αλλὰ διὰ τὴν φύσιν τῶν ὑπερκειμένων λεπτὴν οὖσαν καὶ ἀραιὰν καὶ οὐδεμιᾷ αἰσθήσει καταληπτὴν, στερέωμα τοῦτο ὠνόμασε, συγκρίσει τῶν λεπτοτάτων καὶ τῇ αἰσθήσει ἀκαταλήπτων. Καὶ νόει μοι τόπον τινὰ διακριτικὸν τοῦ ὑγροῦ· τὸ μὲν λεπτὸν καὶ διηθούμενον ἐπὶ τὰ ἄνω διιέντα, τὸ δὲ παχύτατον καὶ γεῶδες ἐναφιέντα τοῖς κάτω, ἵν' ἐξ ἀρχῆς μέχρι τέλους ἡ αὐτὴ εὐκρασία συντηρηθῇ, κατὰ μέρος τῆς ὑφαιρέσεως τῶν ὑγρῶν γινομένης. Σὺ δὲ τῷ μὲν πλήθει τοῦ ὕδατος ἀπιστεῖς, πρὸς δὲ τοῦ θερμοῦ τὸ πλῆθος οὐκ ἀποβλέπεις· ὃ κἂν ὀλίγον ᾖ τῷ μεγέθει, πολλῆς ἐστι διὰ τὴν δύναμιν ἀναλωτικὸν ὑγρασίας. ᾿Εφέλκεται μὲν γὰρ τὸ παρακείμενον ὑγρὸν, ὡς δηλοῖ ἡ σικύα· δαπανητικὸν δέ ἐστι τοῦ ἑλκυσθέντος κατὰ τὴν εἰκόνα τοῦ λυχνιαίου πυρὸς, ὃ διὰ τῆς θρυαλλίδος τὴν παρακειμένην τροφὴν ἐπισπασάμενον, ταχέως διὰ τῆς μεταβολῆς ἀπῃθάλωσε. Τὸν δὲ αἰθέρα τίς ἀμφιβάλλει μὴ οὐχὶ πυρώδη εἶναι καὶ διακαῆ; ὃς εἰ μὴ τῷ ἀναγκαίῳ τοῦ ποιήσαντος αὐτὸν ὅρῳ κατείχετο, τί ἂν ἐκώλυσεν αὐτὸν πάντα φλογίζοντα καὶ καταπιμπρῶντα τὰ συνεχῆ, πᾶσαν ὁμοῦ τὴν ἐν τοῖς οὖσιν ἐξαναλῶσαι νοτίδα; Διὰ ταῦτα ὕδωρ ἀέριον, νεφουμένου τοῦ ἄνω τόπου ἐκ τῆς ἀναφορᾶς τῶν ἀτμῶν, οὓς ποταμοὶ, καὶ κρῆναι, καὶ τενάγη, καὶ λίμναι, καὶ πελάγη πάντα προΐενται, ὡς ἂν μὴ πάντα πυρακτῶν ὁ αἰθὴρ ἐπιλάβοι· ὅπου γε καὶ τὸν ἥλιον τοῦτον ὁρῶμεν, ὥρᾳ θέρους διάβροχον πολλάκις καὶ τεναγώδη χώραν ἐν βραχυτάτῃ χρόνου ῥοπῇ ἄνικμον παντελῶς καὶ ξηρὰν καταλιμπάνοντα. Ποῦ τοίνυν ἐκεῖνο τὸ ὕδωρ; Δεικνύτωσαν ἡμῖν οἱ τὰ πάντα δεινοί. ῏Αρ' οὐχὶ παντὶ δῆλον, ὅτι τῇ θερμότητι τοῦ ἡλίου διατμηθὲν ἀνηλώθη; Καίτοιγε οὐδὲ θερμὸν εἶναι τὸν ἥλιον ἐκεῖνοι λέγουσι· τοσοῦτον αὐτοῖς τοῦ λέγειν περίεστι. Καὶ σκοπεῖτε ποταπῇ ἀποδείξει ἐπερειδόμενοι πρὸς τὴν ἐνάργειαν ἀντιβαίνουσιν. ᾿Επειδὴ λευκός ἐστι, φασὶ, τὴν χροίαν, ἀλλ' οὐχὶ ὑπέρυθρος, οὐδὲ ξανθὸς, τούτου ἕνεκεν οὐδὲ πυρώδης τὴν φύσιν· ἀλλὰ καὶ τούτου φασὶ τὸ θερμὸν ἐκ τῆς ταχείας εἶναι περιστροφῆς. Τί ἐντεῦθεν ἑαυτοῖς διοικούμενοι; ῾Ως μηδὲν δόξαι τῶν ὑγρῶν ἀπαναλίσκειν τὸν ἥλιον. ᾿Εγὼ δὲ κἂν μὴ ἀληθὲς ᾖ τὸ λεγόμενον, ἀλλ' ὡς συγκατασκευάζον ἐμοὶ τὸν λόγον οὐκ ἀπωθοῦμαι. ᾿Ελέγετο γὰρ, διὰ τὴν ἐκ τοῦ θερμοῦ δαπάνην ἀναγκαῖον εἶναι τῶν ὑδάτων τὸ πλῆθος. Διαφέρει δὲ οὐδὲν, ἐκ φύσεως εἶναι θερμὸν, ἢ ἐκ πάθους ἔχειν τὴν πύρωσιν πρός γε τὸ τὰ αὐτὰ συμπτώματα περὶ τὰς αὐτὰς ὕλας ἀπογεννᾶν. ᾿Εάν τε γὰρ τριβόμενα ξύλα πρὸς ἄλληλα πῦρ καὶ φλόγα ἀνάψῃ, ἐάν τε ἐκ φλογὸς ἀναπτομένης κατακαυθῇ, ἴσον ἐστὶ καὶ παραπλήσιον ἐξ ἀμφοτέρων τὸ τέλος. Καίτοιγε ὁρῶμεν τὴν μεγάλην τοῦ τὰ πάντα κυβερνῶντος σοφίαν, μετατιθεῖσαν τὸν ἥλιον ἐξ ἑτέρων εἰς ἕτερα, ἵνα μὴ τοῖς αὐτοῖς ἀεὶ προσδιατρίβων, τῇ πλεονεξίᾳ τοῦ θερμοῦ λυμήνηται τὴν διακόσμησιν· ἀλλὰ νῦν μὲν αὐτὸν ἐπὶ τὸ νότιον μέρος κατὰ τὰς χειμερινὰς τροπὰς ἀπάγοντα, νῦν δὲ ἐπὶ τὰ ἰσημερινὰ σημεῖα μετατιθέντα, κἀκεῖθεν ἐπὶ τὰ προσάρκτια ὑπὸ τὰς θερινὰς τροπὰς ἐπανάγοντα, ὥστε τῇ κατὰ μικρὸν αὐτοῦ μεταβάσει τῷ περὶ γῆν τόπῳ τὴν εὐκρασίαν φυλάσεσθαι. Σκοπείτωσαν δὲ εἰ μὴ αὐτοὶ ἑαυτοῖς περιπίπτουσιν, οἵ γε τὴν θάλασσαν λέγουσι μήτε πλημμυρεῖν τοῖς ποταμοῖς ἐκ τῆς τοῦ ἡλίου δαπάνης, καὶ προσέτι ἁλμυρὰν καὶ πικρὰν ἀπολείπεσθαι, τοῦ λεπτοῦ καὶ ποτίμου ὑπὸ τῆς θέρμης ἀναλωθέντος· ὅπερ ἐκ τῆς τοῦ ἡλίου μάλιστα γίνεται διακρίσεως, τὸ μὲν κοῦφον ἀπάγοντος, τὸ δὲ παχὺ καὶ γεῶδες οἷόν τινα ἰλὺν καὶ ὑποστάθμην ἐναφιέντος· ἐξ οὗ τὸ πικρὸν καὶ ἁλμυρὸν καὶ ξηραντικὸν τῇ θαλάσσῃ προσεῖναι. Οἱ δὴ ταῦτα περὶ θαλάσσης λέγοντες, πάλιν μεταβαλλόμενοι, μηδεμίαν τοῦ ὑγροῦ γίνεσθαι μείωσιν ἐκ τοῦ ἡλίου φασί.

Καὶ ἐκάλεσεν ὁ Θεὸς τὸ στερέωμα οὐρανόν· ὡς κυρίως μὲν ἑτέρῳ τῆς προσηγορίας ἐφαρμοζούσης, καθ’ ὁμοίωσιν δὲ καὶ τούτου μεταλαμβάνοντος τῆς κλήσεως. Τετηρήκαμεν δὲ πολλαχοῦ τὸν ὁρώμενον τόπον οὐρανὸν λεγόμενον (διὰ τὸ ναστὸν καὶ συνεχὲς τοῦ ἀέρος ἐναργῶς ἡμῶν ταῖς ὄψεσιν ὑποπίπτοντος, καὶ παρὰ τὸ ὁρᾶσθαι τῆς τοῦ οὐρανοῦ προσηγορίας ἀξιουμένου) ἐν οἷς φησι, Τὰ πετεινὰ τοῦ οὐρανοῦ. Καὶ πάλιν· Τὰ πετόμενα κατὰ τὸ στερέωμα τοῦ οὐρανοῦ. Τοιοῦτόν ἐστι καὶ τὸ, ᾿Αναβαίνουσιν ἕως τῶν οὐρανῶν. Καὶ Μωϋσῆς εὐλογῶν τὴν φυλὴν τοῦ ᾿Ιωσὴφ, ἀπὸ ὡρῶν οὐρανοῦ, καὶ δρόσου, καὶ ἀπὸ ἡλίου τροπῶν, καὶ συνόδων μηνῶν, καὶ ἀπὸ κορυφῆς ὀρέων καὶ βουνῶν ἀεννάων τὰς εὐλογίας δίδωσιν, ὡς τοῦ περὶ γῆν τόπου διὰ τῆς ἐν τούτοις εὐταξίας εὐθηνουμένου. ᾿Αλλὰ καὶ ἐν ταῖς κατάραις τῷ ᾿Ισραὴλ, ῎Εσται σοι, φησὶν, ὁ ὑπὲρ κεφαλῆς οὐρανὸς χαλκοῦς. Τί τοῦτο λέγων; Τὴν παντελῆ ξηρασίαν καὶ ἐπίλειψιν τῶν ἀερίων ὑδάτων, δι’ὧν τῇ γῇ τὸ γόνιμον τῶν καρπῶν ἐνυπάρχει. ῞Οταν οὖν ἐκ τοῦ οὐρανοῦ φέρεσθαι λέγῃ δρόσον ἢ ὑετὸν, περὶ ὑδάτων νοοῦμεν ὅσα τὴν ἄνω κατέχειν διατέτακται χώραν. Συναγομένων γὰρ τῶν ἀναθυμιάσεων περὶ τὸ ὕψος, καὶ πυκνουμένου τοῦ ἀέρος ταῖς ἐκ τῶν πνευμάτων πιλήσεσιν, ὅταν μὲν αἱ τέως ἀτμοειδῶς καὶ λεπτῶς ἐνεσπαρμέναι τῷ νέφει νοτίδες ἀλλήλαις προσχωρήσωσι, σταγόνες γίγνονται, τῷ βάρει τῶν συγκριθέντων φερόμεναι πρὸς τὸ κάτω· καὶ αὕτη ὑετοῦ γένεσις. ῞Οταν δὲ τὸ ὑγρὸν ἐξαφρισθῇ, ταῖς βίαις τῶν ἀνέμων ἀνακοπὲν, εἶτα εἰς ἄκρον καταψυχθὲν ὅλον διόλου παγῇ, θραυομένου τοῦ νέφους, ἡ χιὼν καταφέρεται. Καὶ ὅλως, κατὰ τὸν αὐτὸν λόγον, ἔξεστί σοι ὁρᾶν πᾶσαν τοῦ ὑγροῦ τὴν φύσιν περὶ τὸν ὑπὲρ κεφαλῆς ἡμῶν ἀέρα συνισταμένην. Καὶ μηδεὶς τῇ περιεργίᾳ τῶν περὶ οὐρανοῦ φιλοσοφησάντων τὸ ἁπλοῦν καὶ ἀκατάσκευον τῶν πνευματικῶν λόγων παραβαλλέτω. ῞Οσῳ γὰρ τὸ ἐν ταῖς σώφροσι κάλλος τοῦ ἑταιρικοῦ προτιμότερον, τοσοῦτον καὶ τῶν ἡμετέρων λόγων πρὸς τοὺς ἔξωθεν τὸ διάφορον. Οἱ μὲν γὰρ κατηναγκασμένον τὸ πιθανὸν τοῖς λόγοις ἐπάγουσιν· ἐνταῦθα δὲ γυμνὴ τεχνασμάτων ἡ ἀλήθεια πρόκειται. Καὶ τί δεῖ πράγματα ἔχειν ἡμᾶς τὸ ψευδὲς αὐτῶν διελέγχοντας, οἷς ἐξαρκεῖ τὰς αὐτῶν ἐκείνων βίβλους ἀλλήλαις ἀντιπαραθέντας ἐν ἡσυχίᾳ πολλῇ θεατὰς αὐτῶν τοῦ πολέμου καθῆσθαι; Οὔτε γὰρ ἀριθμῷ ἐλάττους, οὔτε ἀξιώματι ὑφειμένοι, πολυφωνίᾳ δὲ καὶ παρὰ πολὺ διαφέροντες πρὸς τὸν ἐναντίον αὐτοῖς ἀντικαθίστανται λόγον, οἱ τὸ πᾶν ἐκπυροῦσθαι λέγοντες, καὶ ἀναβιώσκεσθαι πάλιν ἐκ τῶν σπερματικῶν λόγων τῶν ἐναπομενόντων τοῖς ἐκπυρωθεῖσιν· ὅθεν καὶ ἀπείρους φθορὰς κόσμου καὶ παλιγγενεσίας εἰσάγουσιν. 'Αλλ' ἐκεῖνοι μὲν ἐφ' ἑκάτερα τῆς ἀληθείας ἀποσχιζόμενοι, ἔνθεν καὶ ἔνθεν τὰς ἐπὶ τὴν πλάνην ἑαυτοῖς ἐκτροπὰς ἐξευ-ρίσκουσιν.

῾Ημῖν δὲ καὶ πρὸς τοὺς ἀπὸ τῆς ᾿Εκκλησίας ἐστί τις λόγος περὶ τῶν διακριθέντων ὑδάτων, οἳ προφάσει ἀναγωγῆς,καὶ νοημάτων ὑψηλοτέρων, εἰς ἀλληγορίας κατέφυγον, δυνάμεις λέγοντες πνευματικὰς καὶ ἀσωμάτους τροπικῶς ἐκ τῶν ὑδάτων σημαίνεσθαι· καὶ ἄνω μὲν ἐπὶ τοῦ στερεώματος μεμενηκέναι τὰς κρείττονας, κάτω δὲ τοῖς περιγείοις καὶ ὑλικοῖς τόποις προσαπομεῖναι τὰς πονηράς. Διὰ τοῦτο δὴ, φασὶ, καὶ τὰ ἐπάνω τῶν οὐρανῶν ὕδατα αἰνεῖν τὸν Θεόν· τουτέστι, τὰς ἀγαθὰς δυνάμεις ἀξίας οὔσας, διὰ καθαρότητα τοῦ ἡγεμονικοῦ, τὸν πρέποντα αἶνον ἀποδιδόναι τῷ κτίσαντι· τὰ δὲ ὑποκάτω τῶν οὐρανῶν ὕδατα τὰ πνευματικὰ εἶναι τῆς πονηρίας, ἀπὸ τοῦ κατὰ φύσιν ὕψους εἰς τὸ τῆς κακίας βάθος καταπεσόντα· ἅπερ ὡς ταραχώδη ὄντα καὶ στασιαστικὰ καὶ τοῖς θορύβοις τῶν παθῶν κυμαινόμενα, θάλασσαν ὠνομάσθαι διὰ τὸ εὐμετάβλητον καὶ ἄστατον τῶν κατὰ προαίρεσιν κινημάτων. Τοὺς δὴ τοιούτους λόγους ὡς ὀνειράτων συγκρίσεις καὶ γραώδεις μύθους ἀποπεμψάμενοι, τὸ ὕδωρ, ὕδωρ νοήσωμεν, καὶ τὴν διάκρισιν τὴν ὑπὸ τοῦ στερεώματος γενομένην, κατὰ τὴν ἀποδοθεῖσαν αἰτίαν δεξώμεθα. Καὶ μέντοι κἂν εἰς δοξολογίαν ποτὲ τοῦ κοινοῦ τῶν ὅλων Δεσπότου τὰ ὑπεράνω τῶν οὐρανῶν παραλαμβάνηται ὕδατα, οὐ λογικὴν αὐτὰ φύσιν παρὰ τοῦτο τιθέμεθα. Οὔτε γὰρ οἱ οὐρανοὶ ἔμψυχοι, ἐπειδὴ Διηγοῦνται δόξαν Θεοῦ· οὔτε τὸ στερέωμα ζῷόν ἐστιν αἰσθητικὸν, ἐπειδὴ ᾿Αναγγέλλει ποίησιν τῶν χειρῶν αὐτοῦ. Κἂν λέγῃ τις οὐρανοὺς μὲν εἶναι τὰς θεωρητικὰς δυνάμεις, στερέωμα δὲ τὰς πρακτικὰς καὶ ποιητικὰς τῶν καθηκόντων, ὡς κεκομψευμένον μὲν τὸν λόγον ἀποδεχόμεθα, ἀληθῆ δὲ εἶναι οὐ πάνυ τι δώσομεν. Οὕτω γὰρ ἂν καὶ δρόσος, καὶ πάχνη, καὶ ψῦχος, καὶ καῦμα, ἐπειδὴ ὑμνεῖν παρὰ τῷ Δανιὴλ τὸν τῶν ὅλων δημιουργὸν ἐπετάχθη, νοερά τις ἔσται καὶ ἀόρατος φύσις. 'Αλλ' ὁ ἐν τούτοις λόγος παρὰ τῶν νοῦν ἐχόντων τεθεωρημένως ἐκλαμβανόμενος, συμπληρωτικός ἐστι τῆς δοξολογίας τοῦ κτίσαντος. Οὐ μόνον γὰρ τὸ ἐπάνω τῶν οὐρανῶν ὕδωρ, ὡς προηγούμενον ταῖς τιμαῖς διὰ τὴν ἐξ ἀρετῆς προσοῦσαν αὐτῷ ὑπεροχὴν τῷ Θεῷ τὸν αἶνον ἀποπληροῖ, ἀλλ', Αἰνεῖτε γὰρ αὐτὸν, φησὶ, καὶ τὰ ἐκ τῆς γῆς, δράκοντες καὶ πᾶσαι ἄβυσσοι. ῞Ωστε καὶ ἡ ἄβυσσος, ἣν εἰς τὴν χείρονα μοῖραν οἱ ἀλληγοροῦντες ἀπέρριψαν, οὐδὲ αὐτὴ ἀπόβλητος ἐκρίθη τῷ ψαλμῳδῷ, εἰς τὴν κοινὴν τῆς κτίσεως χοροστασίαν παραληφθεῖσα, ἀλλὰ καὶ αὐτὴ κατὰ τοὺς ἐνυπάρχοντας αὐτῇ λόγους ἁρμονίως συμπληροῖ τὴν ὑμνῳδίαν τῷ ποιητῇ.

Καὶ εἶδεν ὁ Θεὸς ὅτι καλόν. Οὐχὶ ὀφθαλμοῖς Θεοῦ τέρψιν παρέχει τὰ παρ' αὐτοῦ γινόμενα, οὐδὲ τοιαύτη παρ' αὐτῷ ἡ ἀποδοχὴ τῶν καλῶν, οἵα καὶ παρ' ἡμῖν· ἀλλὰ καλὸν τὸ τῷ λόγῳ τῆς τέχνης ἐκτελεσθὲν, καὶ πρὸς τὴν τοῦ τέλους εὐχρηστίαν συντεῖνον. ῾Ο τοίνυν ἐναργῆ τὸν σκοπὸν τῶν γινομένων προθέμενος, τὰ κατὰ μέρος γινόμενα ὡς συμπληρωτικὰ τοῦ τέλους, τοῖς τεχνικοῖς ἑαυτοῦ λόγοις ἐπελθὼν ἀπεδέξατο. ᾿Επεὶ καὶ χεὶρ καθ' ἑαυτὴν, καὶ ὀφθαλμὸς ἰδίᾳ, καὶ ἕκαστον τῶν τοῦ ἀνδριάντος μελῶν διῃρημένως κείμενα, οὐκ ἂν φανείη καλὰ τῷ τυχόντι· πρὸς δὲ τὴν οἰκείαν τάξιν ἀποτεθέντα, τὸ ἐκ τῆς ἀναλογίας, ἐμφανὲς μόλις ποτὲ, καὶ τῷ ἰδιώτῃ παρέχεται γνώριμον. ῾Ο μέντοι τεχνίτης καὶ πρὸ τῆς συνθέσεως οἶδε τὸ ἑκάστου καλὸν, καὶ ἐπαινεῖ τὰ καθ' ἕκαστον, πρὸς τὸ τέλος αὐτῶν ἐπαναφέρων τὴν ἔννοιαν. Τοιοῦτος οὖν δή τις καὶ νῦν ἔντεχνος ἐπαινέτης τῶν κατὰ μέρος ἔργων ὁ Θεὸς ἀναγέγραπται· μέλλει δὲ τὸν προσήκοντα ἔπαινον καὶ παντὶ ὁμοῦ τῷ κόσμῳ ἀπαρτισθέντι πληροῦν. ᾿Αλλὰ γὰρ ἐνταῦθα ἡμῖν οἱ περὶ τῆς δευτέρας ἡμέρας καταληξάτωσαν λόγοι, ὥστε τοῖς μὲν φιλοπόνοις ἀκροαταῖς καιρὸν παρασχεῖν τῆς ὧν ἤκουσαν ἐξετάσεως, ὥστε εἴ τι χρήσιμον ἐν αὐτοῖς, τοῦτο τῇ μνήμῃ συσχεῖν, καὶ διὰ τῆς φιλοπόνου μελέτης, οἷον διά τινος πέψεως, τὴν τῶν ὠφελίμων ἀνάδοσιν ἀναμεῖναι· τοῖς δὲ περὶ τὸν βίον ἀσχολουμένοις δοῦναι σχολὴν διὰ τοῦ μέσου χρόνου τὰς φροντίδας διαθεμένοις, καθαρᾷ μεριμνῶν τῇ ψυχῇ πρὸς τὴν ἑσπερινὴν τῶν λόγων ἑστίασιν ἀπαντῆσαι.

῾Ο δὲ τὰ μεγάλα δημιουργήσας Θεὸς, καὶ τὰ μικρὰ ταῦτα λεχθῆναι οἰκονομήσας, δώῃ ὑμῖν σύνεσιν ἐν παντὶ τῆς ἑαυτοῦ ἀληθείας, ἵν' ἐκ τῶν ὁρωμένων τὸν ἀόρατον ἐννοῆτε, καὶ ἐκ μεγέθους καὶ καλλονῆς τῶν κτισμάτων τὴν πρέπουσαν δόξαν περὶ τοῦ κτίσαντος ἡμᾶς ἀναλαμβάνητε. Τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται, ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης, ὥστε καὶ ἐν γῇ, καὶ ἐν ἀέρι, καὶ ἐν οὐρανῷ, καὶ ἐν ὕδατι, καὶ ἐν νυκτὶ, καὶ ἐν ἡμέρᾳ, καὶ ἐν πᾶσι τοῖς ὁρωμένοις ἐναργῆ λαμβάνειν ἡμᾶς τοῦ εὐεργέτου τὰ ὑπομνήματα. Οὔτε γὰρ ἁμαρτίαις καιρόν τινα δώσομεν, οὔτε τῷ ἐχθρῷ τόπον ἐν ταῖς καρδίαις ἡμῶν καταλείψομεν, διὰ τῆς συνεχοῦς μνήμης ἔνοικον ἔχοντες ἑαυτῶν τὸν Θεόν· ᾧ πᾶσα δόξα, καὶ προσκύνησις, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

᾿Αμήν.

 


Η αγάπη σείει την Γή
Αγιον Όρος , της Θειας Μεταμορφώσεως.1978, Θεόκλητ ...
Περισσότερα >>
Βίος του Οσίου πατρός ημών Ισαάκ του Σύρου
Ευλόγησον Πάτερ.
Ο όσιος πατήρ ημών Ισαάκ, ο μ ...
Περισσότερα >>